27.4
τοὺς δὲ μάχεσθαι μέλλοντας ἐκέλευον ἡσυχάζειν, καὶ λαβοῦσαι μέτρον αὐταὶ καθʼ αὑτὰς ἐξειργάσαντο τῆς τάφρου τὸ τρίτον μέρος, ἦν δὲ τὸ μὲν πλάτος αὐτῆς πήχεων ἕξ, τὸ δὲ βάθος τεττάρων, τὸ δὲ μῆκος ὀκτάπλεθρον, ὡς ἱστορεῖ Φύλαρχος, ὡς δ’ Ἱερώνυμος, ἔλαττον.
27.5
ἅμα δ’ ἡμέρᾳ κινουμένων τῶν πολεμίων τὰ ὅπλα τοῖς νέοις ὀρέγουσαι καὶ παραδιδοῦσαι τὴν τάφρον ἀμύνειν καὶ φυλάττειν ἐκέλευον, ὡς ἡδὺ μὲν νικᾶν ἐν ὀφθαλμοῖς τῆς πατρίδος, εὐκλεὲς δὲ θνῄσκειν ἐν χερσὶ μητέρων καὶ γυναικῶν ἀξίως τῆς Σπάρτης πεσόντας. ἡ δὲ Χιλωνίς, ἐκποδὼν οὖσα καθʼ ἑαυτὴν, βρόχον εἶχεν ἐνημμένον, ὅπως ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο τῆς πόλεως ἁλούσης.
28.1
αὐτὸς μὲν οὖν ὁ Πύρρος ἐβιάζετο κατὰ στόμα τοῖς ὁπλίταις πρὸς ἀσπίδας πολλὰς τῶν Σπαρτιατῶν ἀντιπαρατεταγμένας, καὶ τάφρον οὐ περατὴν οὐδὲ βάσιν ἀσφαλῆ τοῖς μαχομένοις παρέχουσαν ὑπὸ χαυνότητος. ὁ δὲ παῖς Πτολεμαῖος, ἔχων δισχιλίους Γαλάτας καὶ Χαόνων λογάδας, ἐξελίξας τὴν τάφρον ἐπειρᾶτο κατὰ τὰς ἁμάξας ὑπερβαίνειν. αἱ δὲ ὑπὸ βάθους καὶ πυκνότητος οὐ μόνον τούτοις τὴν ἔφοδον, ἀλλὰ καὶ τοῖς Λακεδαιμονίοις δύσεργον ἐποίουν τὴν βοήθειαν.
28.2
ἀνασπώντων δὲ τῶν Γαλατῶν τοὺς τροχοὺς καὶ ὑποσυρόντων τὰς ἁμάξας εἰς τὸν ποταμόν, κατιδὼν τὸν κίνδυνον ὁ νεανίας Ἀκρότατος καὶ τὴν πόλιν διαδραμὼν μετὰ τριακοσίων περιῆλθε τὸν Πτολεμαῖον, οὐ συνορώμενος ὑπʼ· αὑτοῦ διά τινας συγκλινίας, ἕως προσέβαλε τοῖς ἐσχάτοις καὶ μεταβαλόντας ἠνάγκασε μάχεσθαι πρὸς ἑαυτόν, ὠθουμένους ὑπʼ ἀλλήλων εἴς τε τὴν τάφρον καὶ περὶ ταῖς ἁμάξαις πίπτοντας, ἄχρι οὗ φόνῳ πολλῷ μόλις ἀνεκόπησαν.