Thesauros Literature biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
27.1 ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα· καὶ τοῦ Κλεωνύμου κελεύοντος ἕξ ἐφόδου προσβαλεῖν φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρατιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν ὅτι ταὐτὸ ποιήσουσι μεθʼ ἡμέραν. αὐτοί τε γάρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τε Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλʼ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις βοηθῶν· καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε διʼ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν.
27.2 ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν καὶ παρεσκεύασαν ὡς δειπνήσοντος τοῦ Πύρρου παρʼ αὐτῷ. γενομένης δὲ νυκτὸς οἱ Λακεδαιμόνιοι πρῶτον μὲν ἐβουλεύσαντο τὰς γυναῖκας εἰς Κρήτην ἀποστέλλειν, αἱ δὲ ἀντέστησαν. Ἀρχιδαμία δὲ καὶ ξίφος ἔχουσα πρὸς τὴν γερουσίαν ἦλθεν ἐγκαλοῦσα τοῖς ἀνδράσιν ὑπὲρ τῶν γυναικῶν, εἰ ζῆν αὑτὰς ἀξιοῦσι τῆς Σπάρτης ἀπολομένης.
27.3 ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παράλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμποδὼν ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν ἐν ἱματίοις, καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονοχίτωνες, συνεργασόμεναι τοῖς πρεσβυτέροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme