Thesauros Literature biography Πύρρος

Πύρρος

Πύρρος Plutarch
22.2 πολλὰ δὴ τὴν τύχην μεμψάμενος ὅτι πράξεων μεγάλων ὑποθέσεις εἰς ἕνα καιρὸν αὐτῷ συνήνεγκε, καὶ νομίζων ὡς ἀμφοτέρων ὑπαρχόντων ἀπολλύναι θάτερον, διηνέχθη τοῖς λογισμοῖς πολὺν χρόνον. εἶτα τοῖς Σικελικοῖς μειζόνων ὑποκεῖσθαι πραγμάτων δοκούντων, Λιβύης ἐγγὺς εἶναι δοκούσης,
22.3 ἐπὶ ταῦτα τρέψας Κινέαν μὲν εὐθὺς ἐξέπεμψε προδιαλεξόμενον, ὥσπερ εἰώθει, ταῖς πόλεσιν, αὐτὸς δὲ τοῖς Ταραντίνοις δυσανασχετοῦσιν ἐμβαλὼν φρουράν, καὶ ἀξιοῦσιν ἢ παρέχειν ἐφʼ· οἷς ἧκε, συμπολεμοῦντα Ῥωμαίοις, ἢ τὴν χώραν προέμενον αὐτῶν ἀπολιπεῖν τὴν πόλιν οἵαν παρέλαβε, μηδὲν ἐπιεικὲς ἀποκρινάμενος, ἀλλὰ προστάξας ἡσυχίαν ἄγειν καὶ περιμένειν τὸν ἑαυτοῦ καιρόν, ἐξέπλευσεν.
22.4 ἁψαμένῳ δὲ αὐτῷ Σικελίας ἃ μὲν ἤλπισεν εὐθὺς ἀπήντα βέβαια, καὶ παρεῖχον αἱ πόλεις ἑαυτὰς προθύμως, τῶν δὲ ἀγῶνος καὶ βίας δεηθέντων οὐδὲν ἀντεῖχε τὸ πρῶτον, ἀλλὰ τρισμυρίοις πεζοῖς καὶ δισχιλίοις πεντακοσίοις ἱππεῦσι καὶ διακοσίαις ναυσὶν ἐπιών τούς τε Φοίνικας ἐξῄρει καὶ κατεστρέφετο τὴν ἐπικράτειαν αὐτῶν, τοῦ δ’ Ἔρυκος ἐχυρωτάτου τῶν χωρίων ὄντος καὶ πολλοὺς ἀμυνομένους ἔχοντος ἔγνω βιάζεσοαι πρὸς τὰ τείχη.
22.5 καὶ τῆς στρατιᾶς γενομένης ἑτοίμης ἐνεδύσατο τὴν πανοπλίαν, καὶ προελθὼν προελθὼν with Blass: προσελθών. εὔξατο τῷ Ἡρακλεῖ ποιήσειν ἀγῶνα καὶ θυσίαν ἀριστεῖον, ἂν τοῦ γένους καὶ τῶν ὑπαρχόντων ἄξιον ἀγωνιστὴν αὑτὸν ἀποδείξῃ τοῖς Σικελίαν οἰκοῦσιν Ἕλλησι· τῇ δὲ σάλπιγγι σημήνας καὶ τοῖς βέλεσι τοὺς βαρβάρους ἀνασκεδάσας καὶ τὰς κλίμακας προσαγαγών πρῶτος ἐπέβη τοῦ τείχους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme