Thesauros Literature biography Τίτος

Τίτος

Τίτος Plutarch
20.3 Τίτος δέ πρεσβευτὴς διʼ ἑτέρας δή τινας πράξεις ὑπὸ τῆς βουλῆς πρὸς τὸν Προυσίαν ἀφικόμενος καὶ τὸν Ἀννίβαν ἰδὼν αὐτόθι διαιτώμενον, ἠγανάκτησεν εἰ ζῇ, καὶ πολλά τοῦ Προυσίου δεομένου καὶ λιπαροῦντος ὑπὲρ ἀνδρὸς ἱκέτου καὶ συνήθους οὐ παρῆκε. χρησμοῦ δέ τινος, ὡς ἔοικε, παλαιοῦ περὶ τῆς Ἀννίβου τελευτῆς οὕτως ἔχοντος, Λίβυσσα κρύψει βῶλος Ἀννίβου δέμας, ὁ μὲν ἄρα Λιβύην ὑπενόει καὶ τὰς ἐν Καρχηδόνι ταφάς, ὡς ἐκεῖ καταβιωσόμενος·
20.4 ἐν δὲ Βιθυνίᾳ τόπος ἐστὶ θινώδης ἐπὶ θαλάσσης καὶ πρὸς αὐτῷ κώμη τις μεγάλη Λίβυσσα καλεῖται, περὶ ταύτην ἔτυχε διατρίβων Ἀννίβας, ἀεὶ δὲ ἀπιστῶν τῇ τοῦ Προυσίου μαλακίᾳ καὶ φοβούμενος τοὺς Ῥωμαίους τὴν οἰκίαν ἔτι πρότερον ἐξόδοις ἑπτὰ καταγείοις συντετρημένην ἐκ τῆς ἑαυτοῦ διαίτης εἶχεν, ἄλλου κατʼ ἄλλο τῶν ὑπονόμων, πόρρω δὲ πάντων ἀδήλως ἐκφερόντων.
20.5 ὡς οὖν ἤκουσε τότε τὸ πρόσταγμα τοῦ Τίτου, φεύγειν μὲν ὥρμησε διὰ τῶν ὑπονόμων, ἐντυχὼν δὲ φυλακαῖς βασιλικαῖς ἔγνω διʼ αὑτοῦ τελευτᾶν. ἔνιοι μὲν οὖν λέγουσιν ὡς ἱμάτιον τῷ τραχήλῳ περιβαλὼν καὶ κελεύσας οἰκέτην ὄπισθεν ἐρείσαντα κατὰ τοῦ ἰσχίου τὸ γόνυ καὶ σφοδρῶς ἀνακλάσαντα συντεῖναι καὶ περιστρέψαι, μέχρι ἂν ἐκθλίψαι τὸ πνεῦμα, διαφθείρειεν αὑτόν ἔνιοι δέ μιμησάμενον Θεμιστοκλέα καὶ Μίδαν αἷμα ταύρειον πιεῖν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme