Thesauros Literature biography Τίτος

Τίτος

Τίτος Plutarch
11.4 ἀλλόφυλοι δὲ ἄνδρες, ἐναύσματα μικρὰ καὶ γλίσχρα κοινωνήματα παλαιοῦ γένους ἔχειν δοκοῦντες, ἀφʼ ὧν καὶ λόγῳ τι καὶ γνώμῃ τῶν χρησίμων ὑπάρξαι τῇ Ἑλλάδι θαυμαστὸν ἦν, οὗτοι τοῖς μεγίστοις κινδύνοις καὶ πόνοις ἐξελόμενοι τὴν Ἑλλάδα δεσποτῶν χαλεπῶν καὶ τυράννων ἐλευθεροῦσι.
12.1 ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει· καὶ τὰ τῶν ἔργων ὁμολογοῦντα τοῖς κηρύγμασιν. ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώσοντα, Στερτίνιον δὲ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν. Πόπλιος δὲ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν ὑπʼ αὐτὸν Ἑλλήνων ἐλευθερίας.
12.2 αὐτὸς δὲ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνησίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς δήμοις. ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει τήν τε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς Ἕλλησι τήν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν.
12.3 ἐπιφοιτῶν τε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμόνοιάν τε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, καταπαύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλλόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρότατον ἤδη τήν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme