8.6
ἐπετίμα δὲ τοῖς πολίταις Τοὺς αὐτοὺς αἱρουμένοις πολλάκις ἄρχοντας. δόξετε γάρ, ἔφη, μὴμηδὲν Hercher and Blass with FaS: μὴ. πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι. Περὶ δὲ τῶν ἐχθρῶν τινος αἰσχρῶς καὶ ἀδόξως βιοῦν δοκοῦντος ἡ τούτου μήτηρ, ἔφη, κατάραν, οὐκ εὐχήν, ἡγεῖται τὸ τοῦτον ὑπὲρ γῆς ἀπολιπεῖν.
8.7
τὸν δὲ πεπρακότα Τοὺς πατρῴους ἀγροὺς παραλίους ὄντας ἐπιδεικνύμενος προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἔκλυζεν, οὗτος, ἔφη, ῥᾳδίως καταπέπωκεν. ἐπεὶ δὲ Εὐμένους τοῦ βασιλέως ἐπιδημήσαντος εἰς Ῥώμην ἥ τε σύγκλητος ὑπερφυῶς ἀπεδέξατο καὶ τῶν πρώτων ἅμιλλα καὶ σπουδὴ Περὶ αὐτὸν ἐγίνετο, δῆλος ἦν ὁ Κάτων ὑφορώμενος καὶ φυλαττόμενος αὐτόν.
8.8
εἰπόντος δέ τινος ἀλλὰ μὴν χρηστός ἐστι καὶ φιλορρώμαιος, ἔστω, εἶπεν, ἀλλὰ φύσει τοῦτο τὸ ζῷον ὁ βασιλεὺς σαρκοφάγον ἐστιν. οὐδένα δὲ τῶν εὐδαιμονιζομένων ἔφη βασιλέωνἔφη βασιλέων Hercher and Blass with FaS: βασιλέων. ἄξιον εἶναι παραβάλλειν πρὸς Ἐπαμεινώνδαν ἢ Περικλέα ἢ Θεμιστοκλέα ἢ Μάνιον Κούριον ἢ Ἀμίλκαν τὸν ἐπικληθέντα Βάρκαν.
8.9
αὑτῷ δʼ ἔλεγε Τοὺς ἐχθροὺς φθονεῖν, ὅτι καθʼ ἡμέραν ἐκ νυκτὸςἐκ νυκτὸς Hercher and Blass with FaSD: νυκτὸς. ἀνίσταται καὶ τῶν ἰδίων ἀμελῶν τοῖς δημοσίοις σχολάζει, βούλεσθαι δʼ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν ἢ κακῶς μὴ τυχεῖν κολάσεως, καὶ συγγνώμην ἔφη διδόναι πᾶσι τοῖς ἁμαρτάνουσι πλὴν αὑτοῦ.