Thesauros Literature biography Πελοπίδου καὶ Μαρκέλλου σύγκρισις

Πελοπίδου καὶ Μαρκέλλου σύγκρισις

Πελοπίδου καὶ Μαρκέλλου σύγκρισις Plutarch
3.6 μετὰ δὲ τὸν θάνατον Πελοπίδας μὲν τοὺς συμμάχους ταφεῖς ἔσχεν, ὑπὲρ ὧν ἀπέθανε, Μάρκελλος δὲ τοὺς πολεμίους, ὑφʼ ὧν ἀπέθανε, ζηλωτὸν μὲν οὖν ἐκεῖνο καὶ μακάριον, κρεῖττον δὲ καὶ μεῖζον εὐνοίας χάριν ἀμειβομένης ἔχθρα λυποῦσαν ἀρετὴν θαυμάζουσα. τὸ γὰρ καλὸν ἐνταῦθα τὴν τιμὴν ἔχει μόνον, ἐκεῖ δὲ τὸ λυσιτελὲς καὶ ἡ χρεία μᾶλλον ἀγαπᾶται τῆς ἀρετῆς.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme