Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
5.3 ἡ δὲ οὐ κατεφρόνησε τοῦ κατὰ μικρὸν οὕτως ἐλλείμματος, ἀλλʼ ἔγραψε τοῖς ἀνδράσι· καὶ ἐκεῖνοι τὰς ἐπαρχίας ἀπολιπόντες ἐπανῆλθον εἰς Ῥώμην ταχὺ καὶ κατέθεντο τὴν ἀρχήν. ἀλλὰ ταῦτα μὲν ὕστερον ἐπράχθη· περὶ δὲ τοὺς αὐτοὺς ἐκείνους χρόνους καὶ δύο ἱερεῖς ἐπιφανέστατοι τὰς ἱερωσύνας ἀφῃρέθησαν, Κορνήλιος μὲν Κέθηγος ὅτι τὰ σπλάγχνα τοῦ ἱερείου παρὰ τάξιν ἐπέδωκε,
5.4 Κούϊντος δὲ Σουλπίκιος ἐπὶ τῷ θύοντος αὐτοῦ τὸν κορυφαῖον ἀπορρυῆναι τῆς κεφαλῆς πῖλον, ὃν οἱ καλούμενοι φλαμίνιοι φοροῦσι. Μινουκίου δὲ δικτάτορος ἵππαρχον ἀποδείξαντος Γάϊον Φλαμίνιον, ἐπεὶ τρισμὸς ἠκούσθη μυὸς ὃν σόρικα καλοῦσιν, ἀποψηφισάμενοι τούτους αὖθις ἑτέρους κατέστησαν, καὶ τὴν ἐν οὕτω μικροῖς ἀκρίβειαν φυλάττοντες οὐδεμιᾷ προσεμίγνυσαν δεισιδαιμονίᾳ, τῷ μηδὲν ἀλλάττειν μηδὲ παρεκβαίνειν τῶν πατρίων.
6.1 Ὡς δʼ οὖν ἐξωμόσαντο τὴν ἀρχὴν οἱ περὶ τὸν Φλαμίνιον, διὰ τῶν καλουμένων μεσοβασιλέων ὕπατος ἀποδείκνυται Μάρκελλος, καὶ παραλαβὼν τὴν ἀρχὴν ἀποδείκνυσιν αὑτῷ συνάρχοντα Γναῖον Κορνήλιον. ἐλέχθη μὲν οὖν ὡς πολλὰ συμβατικὰ τῶν Γαλατῶν λεγόντων, καὶ τῆς βουλῆς εἰρηναῖα βουλομένης, ὁ Μάρκελλος ἐξετράχυνε τὸν δῆμον ἐπὶ τὸν πόλεμον·
6.2 οὐ μὴν ἀλλὰ καὶ γενομένης εἰρήνης ἀνακαινίσαι τὸν πόλεμον οἱ Γαισάται δοκοῦσι, τὰς Ἄλπεις ὑπερβαλόντες καὶ τοὺς Ἰνσόμβρους ἐπάραντες· τρισμύριοι γὰρ ὄντες προσεγένοντο πολλαπλασίοις ἐκείνοις οὖσι καὶ μέγα φρονοῦντες εὐθὺς ἐπʼ Ἀκέρρας ὥρμησαν, πόλιν ὑπὲρ ποταμοῦ Πάδου ἀνῳκισμένην. ἐκεῖθεν δὲ μυρίους τῶν Γαισατῶν ὁ βασιλεὺς Βριτόματος ἀναλαβὼν τὴν περὶ Πάδον χώραν ἐπόρθει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme