Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
29.5 ἐπιθυσαμένου δὲ τὸ δευτέρον ἥ τε κεφαλὴ μέγεθος ὑπερφυὲς ἀνέσχε καὶ τἆλλα φαιδρὰ θαυμαστῶς διεφάνη, καὶ λύσιν ἔχειν ὁ τῶν πρώτων φόβος ἔδοξεν. οἱ δὲ μάντεις ταῦτα μᾶλλον ἔφασαν δεδιέναι καὶ ταράττεσθαι· λαμπροτάτων γὰρ ἐπʼ αἰσχίστοις καὶ σκυθρωποτάτοις ἱεροῖς γενομένων ὕποπτον εἶναι τῆς μεταβολῆς τὴν ἀτοπίαν. ἀλλὰ γὰρ τὸ πεπρωμένον οὐ πῦρ, οὐ σιδαροῦν σχήσει τεῖχος, κατὰ Πίνδαρον, ἐξῄει τόν τε συνάρχοντα Κριοπῖνον παραλαβὼν καὶ τόν υἱὸν χιλιαρχοῦντα καὶ τοὺς σύμπαντας ἱππεῖς εἴκοσι καὶ διακοσίους.
29.6 ὧν Ῥωμαῖος οὐδεὶς ἦν, ἀλλʼ οἱ μὲν ἄλλοι Τυρρηνοί, τεσσαράκοντα δὲ Φρεγελλανοί, πεῖραν ἀρετῆς καὶ πίστεως ἀεὶ τῷ Μαρκέλλῳ δεδωκότες. ὑλώδους δὲ τοῦ λόφου καὶ συνηρεφοῦς ὄντος ἀνὴρ καθήμενος ἄνω σκοπὴν εἶχε τοῖς πολεμίοις, αὐτὸς οὐ συνορώμενος, καθορῶν δὲ τῶν Ῥωμαίων τὸ στρατόπεδον.
29.7 καὶ τὰ γινόμενα τούτου φράσαντος τοῖς λοχῶσι, προσελαύνοντα τόν Μάρκελλον ἐάσαντες ἐγγὺς προσελθεῖν ἐξαίφνης ἀνέστησαν, καὶ περιχυθέντες ἅμα πανταχόθεν ἠκόντιζον, ἔπαιον, ἐδίωκον τοὺς φεύγοντας, συνεπλέκοντο τοῖς ὑφισταμένοις· οὗτοι δʼ ἦσαν οἱ τεσσαράκοντα Φρεγελλανοί.
29.8 καὶ τῶν Τυρρηνῶν εὐθὺς ἐν ἀρχῇ διατρεσάντων αὐτοὶ συστραφέντες ἠμύνοντο πρὸ τῶν ὑπάτων, ἄχρι οὗ Κρισπῖνος μὲν ἀκοντίσμασι δυσὶ βεβλημένος ἐπέστρεψεν εἰς φυγὴν τόν ἵππον, Μάρκελλον δέ τις λόγχῃ πλατείᾳ διὰ τῶν πλευρῶν διήλασεν, ἣν λαγκίαν καλοῦσιν. οὕτω δὲ καὶ τῶν Φρεγελλανῶν οἱ περιόντες ὀλίγοι παντάπασιν αὐτὸν μὲν πεσόντα λείπουσι, τόν δʼ υἱὸν ἁρπάσαντες τετρωμένον φεύγουσιν ἐπὶ τὸ στρατόπεδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme