3.4
βαρβαρικὸν μὲν γὰρμὲν γὰρ Bekker, after Coraës: μέν. οὐδὲν οὐδʼ ἔκφυλον ἐπιτηδεύοντες, ἀλλʼ ὡς ἔνι μάλιστα ταῖς δόξαις Ἑλληνικῶς διακείμενοι καὶ πρᾴως πρὸς τὰ θεῖα, τότε τοῦ πολέμου συμπεσόντος ἠναγκάσθησαν εἶξαι λογίοις τισὶν ἐκ τῶν Σιβυλλείων, καὶ δύο μὲν Ἕλληνας, ἄνδρα καὶ γυναῖκα, δύο δὲ Γαλάτας ὁμοίως ἐν τῇ καλουμένῃ βοῶν ἀγορᾷ κατορύξαι ζῶντας, οἷς ἔτι καὶ νῦν ἐν τῷ Νοεμβρίῳ μηνὶ δρῶσιν Ἕλλησι καὶ Γαλάταις ἀπορρήτους καὶ ἀθεάτους ἱερουργίας.
4.1
οἱ μὲν οὖν πρῶτοι τῶν ἀγώνων νίκας τε μεγάλας καὶ σφάλματα τοῖς Ῥωμαίοις ἐνέγκαντες εἰς οὐδὲν ἐτελεύτησαν πέρας βέβαιον Φλαμινίου δὲ καὶ Φουρίου τῶν ὑπάτων μεγάλαις ἐκστρατευσάντων δυνάμεσιν ἐπὶ τοὺς Ἴνσομβρας, ὤφθη μὲν αἵματι ῥέων ὁ διὰ τῆς Πικηνίδος χώρας ποταμός, ἐλέχθη δὲ τρεῖς σελήνας φανῆναι περὶ πόλιν Ἀρίμινον,
4.2
οἱ δὲ ἐπὶ ταῖς ὑπατικαῖς ψηφοφορίαις παραφυλάττοντες οἰωνοὺς ἱερεῖς διεβεβαιοῦντο μοχθηρὰς καὶ δυσόρνιθας αὐτοῖς γεγονέναι τὰς τῶν ὑπάτων ἀναγορεύσεις, εὐθὺς οὖν ἔπεμψεν ἡ σύγκλητος ἐπὶ τὸ στρατόπεδον γράμματα καλοῦσα καὶ μεταπεμπομένη τοὺς ὑπάτους, ὅπως ἐπανελθόντες ᾗ τάχιστα τὴν ἀρχὴν ἀπείπωνται καὶ μηδὲν ὡς ὕπατοι φθάσωσι πρᾶξαι πρὸς τοὺς πολεμίους.