Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
26.1 ἅμα δὲ ἡμέρᾳ προὔκειτο μὲν ὁ φοινικοῦς χιτὼν, ὡς εἴωθε, μάχης ἐσομένης σύμβολον, αἱ δὲ ἠτιμασμέναι σπεῖραι τὴν πρώτην αὐταὶ δεηθεῖσαι τάξιν ἐλάμβανον, τὴν δὲ ἄλλην ἐξάγοντες οἱ χιλίαρχοι στρατιὰν παρενέβαλλον, ἀκούσας δὲ ὁ Ἀννίβας, ὦ Ἡράκλεις, εἶπε, τί χρήσεταί τις ἀνθρώπῳ μήτε τὴν χείρονα τύχην μήτε τὴν βελτίονα φέρειν εἰδότι; μόνος γὰρ οὗτος οὔτε νικῶν δίδωσιν ἀνάπαυσιν οὔτε λαμβάνει νικώμενος, ἀλλʼ ἀεὶ μαχησόμεθα πρὸς τοῦτον, ὡς ἔοικεν,
26.2 ᾧ τοῦ τολμᾶν ἀεὶ καὶ τὸ θαρρεῖν εὐτυχοῦντι καὶ σφαλλομένῳ τὸ αἰδεῖσθαι πρόφασίς ἐστιν. ἐκ τούτου συνῄεσαν αἱ δυνάμεις· καὶ τῶν ἀνδρῶν ἴσα φερομένων ἐκέλευσεν Ἀννίβας τὰ θηρία καταστήσαντας εἷς πρώτην τάξιν ἐπάγειν τοῖς ὅπλοις τῶν Ῥωμαίων, ὠθισμοῦ δὲ μεγάλου καὶ ταραχῆς εὐθὺς ἐν τοῖς πρώτοις γενομένης, εἷς τῶν χιλιάρχων ὄνομα Φλάβιος ἀναρπάσας σημαίαν ὑπηντίαζε καὶ τῷ στύρακι τὸν πρῶτον ἐλέφαντα τύπτων ἀπέστρεφεν.
26.3 ὁ δὲ ἐμβαλὼν εἷς τὸν ὀπίσω συνετάραξε καὶ τοῦτον καὶ τοὺς ἐπιφερομένους, κατιδὼν δὲ τοῦτο Μάρκελλος ἐκέλευσε τοὺς ἱππεῖς ἐλαύνειν ἀνὰ κράτος πρὸς τὸ θορυβούμενον καὶ ποιεῖν ἔτι μᾶλλον αὑτοῖς περιπετεῖς τοὺς πολεμίους, οὗτοί τε δὴ λαμπρῶς ἐμβαλόντες ἀνέκοπτον ἄχρι τοῦ στρατοπέδου τοὺς Καρχηδονίους, καὶ τῶν θηρίων τὰ κτεινόμενα καὶ πίπτοντα τὸν πλεῖστον αὐτῶν φόνον ἀπειργάζετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme