Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
24.7 ὁ γὰρ δικτάτωρ οὐκ ἔστιν ὑπὸ τοῦ πλήθους οὐδὲ τῆς βουλῆς αἱρετός, ἀλλὰ τῶν ὑπάτων τις ἢ τῶν στρατηγῶν προελθὼν εἰς τὸν δῆμον ὃν αὐτῷ δοκεῖ λέγει δικτάτορα, καὶ διὰ τοῦτο δικτάτωρ ὁ ῥηθεὶς καλεῖται· τὸ γὰρ λέγειν δίκερε Ῥωμαῖοι καλοῦσιν ἔνιοι δὲ τὸν δικτάτορα τῷ μὴ προτιθέναι ψῆφον ἢ χειροτονίαν, ἀλλʼ ἀφʼ αὑτοῦ τὰ δόξαντα προστάττειν καὶ λέγειν οὕτως ὠνομάσθαι καὶ γὰρ τὰ διαγράμματα τῶν ἀρχόντων Ἕλληνες μὲν διατάγματα, Ῥωμαῖοι δὲ ἔδικτα προσαγορεύουσιν.
25.1 ἐπεὶ δὲ ἐλθὼν ἀπὸ τῆς Σικελίας ὁ τοῦ Μαρκέλλου συνάρχων ἕτερον ἐβούλετο λαβεῖνλαβεῖν Bekker has λέγειν, after Coraës. δικτάτορα, καὶ βιασθῆναι παρὰ γνώμην μὴ βουλόμενος ἐξέπλευσε νυκτὸς εἰς Σικελίαν, οὕτως ὁ μὲν δῆμος ὠνόμασε δικτάτορα Κόϊντον Φούλβιον, ἡ βουλὴ δʼ ἔγραψε Μαρκέλλῳ κελεύουσα τοῦτον εἰπεῖν. ὁ δὲ πεισθεὶς ἀνεῖπε καὶ συνεπεκύρωσε τοῦ δήμου τὴν γνώμην, αὐτὸς δὲ πάλιν ἀνθύπατος εἰς τοὐπιὸν ἀπεδείχθη.
25.2 συνθέμενος δὲ πρὸς Φάβιον Μάξιμον ὅπως ἐκεῖνος μὲν ἐπιχειρῇ Ταραντίνοις, αὐτὸς δὲ συμπλεκόμενος καὶ περιέλκων Ἀννίβαν ἐμποδὼν ᾖ τοῦ βοηθεῖν πρὸς ἐκεῖνον, ἐπέβαλε περὶ Κανύσιον, καὶ πολλὰς ἀλλάσσοντι στρατοπεδείας καὶ φυγομαχοῦντι πανταχόθεν ἐπεφαίνετο, τέλος δʼ ἱδρυνθέντα προσκείμενος ἐξανίστη τοῖς ἀκροβολισμοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme