Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
19.3 οὐ μὴν ἀλλὰ καίπερ οὕτω μετριάσαι δόξας οἰκτρὰ πάσχειν ἡγεῖτο τήν πόλιν, καὶ τὸ συμπαθοῦν καὶ τὸ συναλγοῦν ὅμως ἐν τοσούτῳ μεγέθει χαρᾶς ἡ ψυχὴ διέφαινεν ὁρῶντος ἐν βραχεῖ χρόνῳ πολλῆς καὶ λαμπρᾶς ἀφανισμὸν εὐδαιμονίας, λέγεται γὰρ οὐκ ἐλάττονα τοῦτον ἢ τὸν ὕστερον ἀπὸ Καρχηδόνος διαφορηθέντα πλοῦτον γενέσθαι· καὶ γὰρ τήν ἄλλην πόλιν οὐ μετὰ πολὺν χρόνον ἁλοῦσαν ἐκ προδοσίας ἐβιάσαντο διαρπάσαι, πλὴν τῶν βασιλικῶν χρημάτων· ταῦτα δὲ εἰς τὸ δημόσιον ἐξῃρέθη.
19.4 μάλιστα δὲ τὸ Ἀρχιμήδους πάθος ἠνίασε Μάρκελλον. ἔτυχε μὲν γὰρ αὐτός τι καθʼ ἑαυτὸν ἀνασκοπῶν ἐπὶ διαγράμματος· καὶ τῇ θεωρίᾳ δεδωκὼς ἅμα τήν τε διάνοιαν καὶ τήν πρόσοψιν οὐ προῄσθετο τήν καταδρομὴν τῶν Ῥωμαίων οὐδὲ τήν ἅλωσιν τῆς πόλεως, ἄφνω δὲ ἐπιστάντος αὐτῷ στρατιώτου καὶ κελεύοντος ἀκολουθεῖν πρὸς Μάρκελλον οὐκ ἐβούλετο πρὶν ἢ τελέσαι τὸ πρόβλημα καὶ καταστῆσαι πρὸς τήν ἀπόδειξιν.
19.5 ὁ δὲ ὀργισθεὶς καὶ σπασάμενος τὸ ξίφος ἀνεῖλεν αὐτόν. ἕτεροι μὲν οὖν λέγουσιν ἐπιστῆναι μὲν εὐθὺς ὡς ἀποκτενοῦντα ξιφήρη τὸν Ῥωμαῖον, ἐκεῖνον δʼ ἰδόντα δεῖσθαι καὶ ἀντιβολεῖν ἀναμεῖναι βραχὺν χρόνον, ὡς μὴ καταλίπῃ τὸ ζητούμενον ἀτελὲς καὶ ἀθεώρητον, τὸν δὲ οὐ φροντίσαντα διαχρήσασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme