Thesauros Literature biography Μάρκελλος

Μάρκελλος

Μάρκελλος Plutarch
17.6 οὔκουν οὐδὲ ἀπιστῆσαι τοῖς περὶ αὐτοῦ λεγομένοις ἐστίν, ὡς ὑπʼ οἰκείας δή τινος καὶ συνοίκου θελγόμενος ἀεὶ σειρῆνος ἐλέληστο καὶ σίτουκαὶ σίτου Bekker has πότου καὶ σίτου (food and drink), a suggestion of Coraës. καὶ θεραπείας σώματος ἐξέλειπε, βίᾳ δὲ πολλάκις ἑλκόμενος ἐπʼ ἄλειμμα καὶ λουτρόν, ἐν ταῖς ἐσχάραις ἔγραφε σχήματα τῶν γεωμετρικῶν, καὶ τοῦ σώματος ἀληλιμμένου διῆγε τῷ δακτύλῳ γραμμάς, ὑπὸ ἡδονῆς μεγάλης κάτοχος ὢν καὶ μουσόληπτος ἀληθῶς.
17.7 πολλῶν δὲ καὶ καλῶν εὑρετὴς γεγονώς λέγεται τῶν φίλων δεηθῆναι καὶ τῶν συγγενῶν ὅπως αὐτοῦ μετὰ τὴν τελευτὴν ἐπιστήσωσι τῷ τάφῳ τὸν περιλαμβάνοντα τὴν σφαῖραν ἐντὸς κύλινδρον, ἐπιγράψαντες τὸν λόγον τῆς ὑπεροχῆς τοῦ περιέχοντος στερεοῦ πρὸς τὸ περιεχόμενον.
18.1 Ἀρχιμήδης μὲν οὖν τοιοῦτος γενόμενος ἀήττητον ἑαυτόν τε καὶ τὴν πόλιν, ὅσον ἐφʼ ἑαυτῷ, διεφύλαξε. τῆς δὲ πολιορκίας διὰ μέσου Μάρκελλος εἷλε μὲν Μεγαρέας, πόλιν ἐν ταῖς παλαιοτάταις τῶν Σικελιωτίδων, εἷλε δὲ τὸ Ἱπποκράτους πρὸς Ἀκρίλλαις στρατόπεδον, καὶ κατέκτεινεν ὑπὲρ ὀκτακισχιλίους ἐπιπεσὼν χάρακα βαλλομένοις, ἐπέδραμε δὲ πολλὴν Τῆς Σικελίας καὶ πόλεις ἀπέστησε Καρχηδονίων καὶ μάχας ἐνίκησε πάσας τοὺς ἀντιταχθῆναι τολμήσαντας.
18.2 χρόνῳ δὲ προϊόντι Δάμιππόν τινα Σπαρτιάτην ἐκ Συρακουσῶν λαβὼν ἐκπλέοντα αἰχμάλωτον, ἀξιούντων ἐπὶ λύτροις τῶν Συρακοσίων κομίσασθαι τὸν ἄνδρα, πολλάκις ὑπὲρ τούτου διαλεγόμενος καὶ συντιθέμενος πύργον τινὰ κατεσκέψατο φυλαττόμενον μὲν ἀμελῶς, ἄνδρας δὲ δυνάμενον δέξασθαι κρύφα, τοῦ τείχους ἐπιβατοῦ παρʼ αὐτὸν ὄντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme