Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
4.2 εἰ γὰρ τις ἀποβλέψας τὴν Ἀριστείδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος καὶ Περικλέους καὶ Νικίου καὶ Ἀλκιβιάδου πολιτείαν, ὅσων γέγονε μεστὴ διαφορῶν καὶ φθόνων καὶ ζηλοτυπιῶν πρὸς ἀλλήλους, σκέψαιτο πάλιν τὴν Πελοπίδου πρὸς Ἐπαμεινώνδαν εὐμένειαν καὶ τιμήν, τούτους ἂν ὀρθῶς καὶ δικαίως προσαγορεύσειε συνάρχοντας καὶ συστρατήγους ἢ ἐκείνους, οἳ μᾶλλον ἀλλήλων ἢ τῶν πολεμίων ἀγωνιζόμενοι περιεῖναι διετέλεσαν.
4.3 αἰτία δὲ ἀληθινὴ μὲν ἦν ἡ ἀρετή, διʼ ἣν οὐ δόξαν, οὐ πλοῦτον ἀπὸ τῶν πράξεων μετιόντες, οἷς ὁ χαλεπὸς καὶ δύσερις ἐμφύεται φθόνος, ἀλλʼ ἔρωτα θεῖον ἀπʼ ἀρχῆς ἐρασθέντες ἀμφότεροι τοῦ τὴν πατρίδα λαμπροτάτην καὶ μεγίστην ἐφʼ ἑαυτῶν ἰδεῖν γενομένην, ὥσπερ ἰδίοις ἐπὶ τοῦτο τοῖς αὑτῶν ἐχρῶντο κατορθώμασιν.
4.4 οὐ μὴν ἀλλʼ οἵ γε πολλοὶ νομίζουσιν αὐτοῖς τὴν σφοδρὰν φιλίαν ἀπὸ τῆς ἐν Μαντινείᾳ γενέσθαι στρατείας, ἣν συνεστρατεύσαντο Λακεδαιμονίοις, ἔτι φίλοις καὶ συμμάχοις οὖσι, πεμφθείσης ἐκ Θηβῶν βοηθείας, τεταγμένοι γὰρ ἐν τοῖς ὁπλίταις μετʼ ἀλλήλων καὶ μαχόμενοι πρὸς τοὺς Ἀρκάδας, ὡς ἐνέδωκε τὸ κατʼ αὐτοὺς κέρας τῶν Λακεδαιμονίων καὶ τροπὴ τῶν πολλῶν ἐγεγόνει, συνασπίσαντες ἠμύναντο τοὺς ἐπιφερομένους·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme