Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
3.3 ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων. Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος·
3.4 Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν, ἀναγκαίου, νὴ Δίὰ, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.
4.1 ἦσαν δὲ καὶ πρὸς πᾶσαν ἀρετὴν πεφυκότες ὁμοίως, πλὴν ὅτι τῷ γυμνάζεσθαι μᾶλλον ἔχαιρε Πελοπίδας, τῷ δὲ μανθάνειν Ἐπαμεινώνδας, καὶ τὰς διατριβὰς ἐν τῷ σχολάζειν ὁ μὲν περὶ παλαίστρας καὶ κυνηγέσια, ὁ δὲ ἀκούων τι καὶ φιλοσοφῶν ἐποιεῖτο. πολλῶν δὲ καὶ καλῶν ὑπαρχόντων ἀμφοτέροις πρὸς δόξαν, οὐδὲν οἱ νοῦν ἔχοντες ἡγοῦνται τηλικοῦτον ἡλίκον τὴν διὰ τοσούτων ἀγώνων καὶ στρατηγιῶν καὶ πολιτειῶν ἀνεξέλεγκτον εὔνοιαν καὶ φιλίαν ἀπʼ ἀρχῆς μέχρι τέλους ἐμμείνασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme