Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
32.2 ἀνατεινόντων δὲ πρὸς τὸ μέσον κατὰ τὰς καλουμένας Κυνὸς κεφαλὰς λόφων περικλινῶν καὶ ὑψηλῶν, ὥρμησαν ἀμφότεροι τούτους καταλαβεῖν τοῖς πεζοῖς. τοὺς δʼ ἱππεῖς ὁ Πελοπίδας πολλοὺς κἀγαθοὺς ὄντας ἐφῆκε τοῖς ἱππεῦσι τῶν πολεμίων, ὡς δὲ οὗτοι μὲν ἐκράτουν καὶ συνεξέπεσον εἰς τὸ πεδίον τοῖς φεύγουσιν, ὁ δὲ Ἀλέξανδρος ἔφθη τοὺς λόφους καταλαβών,
32.3 τοῖς ὁπλίταις τῶν Θεσσαλῶν ὕστερον ἐπερχομένοις καὶ πρὸς ἰσχυρὰ καὶ μετέωρα χωρία βιαζομένοις ἐμβαλὼν ἔκτεινε τοὺς πρώτους, οἱ δὲ ἄλλοι πληγὰς λαβόντες οὐδὲν ἔπρασσον. κατιδὼν οὖν ὁ Πελοπίδας τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο καὶ πρὸς τὸ συνεστηκὸς τῶν πολεμίων ἐλαύνειν ἐκέλευεν, αὐτὸς δὲ συνέμιξε δρόμῳ τοῖς περὶ τοὺς λόφους μαχομένοις εὐθὺς τὴν ἀσπίδα λαβών.
32.4 καὶ διὰ τῶν ὄπισθεν ὠσάμενος εἰς τοὺς πρώτους τοσαύτην ἐνεποίησε ῥώμην καὶ προθυμίαν ἅπασιν ὥστε καὶ τοῖς πολεμίοις ἑτέρους δοκεῖν γεγονότας καὶ σώμασι καὶ ψυχαῖς ἐπέρχεσθαι. καὶ δύο μὲν ἢ τρεῖς ἀπεκρούσαντο προσβολάς, ὁρῶντες δὲ καὶ τούτους ἐπιβαίνοντας εὐρώστως καὶ τὴν ἵππον ἀπὸ τῆς διώξεως ἀναστρέφουσαν εἶξαν, ἐπὶ σκέλος ποιούμενοι τὴν ἀναχώρησιν.
32.5 ὁ δέ Πελοπίδας ἀπὸ τῶν ἄκρων κατιδὼν ἅπαν τὸ στρατόπεδον τῶν πολεμίων οὔπω μὲν εἰς φυγὴν τετραμμένον, ἤδη δὲ θορύβου καὶ ταραχῆς ἀναπιμπλάμενον, ἔστη καὶ περιέβλεψεν αὐτὸνπεριέβλεψεν αὐτὸν Sintenis’ correction of the MSS. περιέστησεν αὑτόν; Bekker, after Coraës and Amyot, corrects to περιεσκόπησεν αὐτόν. ζητῶν τὸν Ἀλέξανδρον. ὡς δʼ εἶδεν ἐπὶ τοῦ δεξιοῦ παραθαρρύνοντα καὶ συντάττοντα τοὺς μισθοφόρους, οὐ κατέσχε τῷ λογισμῷ τὴν ὀργήν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme