Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
30.6 Τιμαγόραν γοῦν Ἀθηναῖοι κρίναντες ἀπέκτειναν, εἰ μὲν ἐπὶ τῷ πλήθει τῶν δωρεῶν, ὀρθῶς καὶ δικαίως· οὐ γὰρ μόνον χρυσίον οὐδʼ ἀργύριον ἔλαβεν, ἀλλὰ καὶ κλίνην πολυτελῆ καὶ στρώτας θεράποντας, ὡς τῶν Ἑλλήνων οὐκ ἐπισταμένων, ἔτι δὲ βοῦς ὀγδοήκοντα καὶ βουκόλους, ὡς δὴ πρὸς ἀρρωστίαν τινὰ γάλακτος βοείου δεόμενος, τέλος δὲ κατέβαινεν ἐπὶ θάλασσαν ἐν φορείῳ κομιζόμενος, καὶ τέσσαρα τάλαντα τοῖς κομίζουσι μισθὸς ἐδόθη παρὰ βασιλέως· ἀλλʼ ἔοικεν οὐχ ἡ δωροδοκία μάλιστα παροξῦναι τοὺς Ἀθηναίους.
30.7 Ἐπικράτους γοῦν ποτε τοῦ σακεσφόρου μήτε ἀρνουμένου δῶρα δέξασθαι παρὰ βασιλέως, ψήφισμά τε γράφειν φάσκοντος ἀντὶ τῶν ἐννέα ἀρχόντων χειροτονεῖσθαι κατʼ ἐνιαυτὸν ἐννέα πρέσβεις πρὸς βασιλέα τῶν δημοτικῶν καὶ πενήτων, ὅπως λαμβάνοντες εὐπορῶσιν, ἐγέλασεν ὁ δῆμος· ἀλλʼ ὅτι Θηβαίοις ἐγεγόνει πάντα χαλεπῶς ἔφερον, οὐ λογιζόμενοι τὴν Πελοπίδου δόξαν, ὅσων ἦν ῥητορειῶν καὶ λόγων κρείττων παρʼ ἀνθρώπῳ θεραπεύοντι τοὺς τῶν ὅπλων ἀεὶ κρατοῦντας.
31.1 ἡ μὲν οὖν πρεσβεία τῷ Πελοπίδᾳ προσέθηκεν οὐ μικρὰν εὔνοιαν ἐπανελθόντι, διὰ τὸν Μεσσήνης συνοικισμὸν καὶ τὴν τῶν ἄλλων Ἑλλήνων αὐτονομίαν· Ἀλεξάνδρου δὲ τοῦ Φεραίου πάλιν εἰς τὴν αὐτοῦ φύσιν ἀναδραμόντος καὶ Θεσσαλῶν μὲν οὐκ ὀλίγας περικόπτοντος πόλεις, Φθιώτας δὲ Ἀχαιοὺς ἅπαντας καὶ τὸ Μαγνήτων ἔθνος ἔμφρουρον πεποιημένου, πυνθανόμεναι Πελοπίδαν ἐπανήκειν αἱ πόλεις εὐθὺς ἐπρέσβευον εἰς Θήβας αἰτούμεναι δύναμιν καὶ στρατηγὸν ἐκεῖνον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme