Thesauros Literature biography Πελοπίδας

Πελοπίδας

Πελοπίδας Plutarch
17.6 ὅθεν ἦσαν ἀνυπόστατοι τὰ φρονήματα, καί τῇ δόξῃ καταπληττόμενοι τοὺς ἀντιταττομένους, οὐδὲ αὐτοὺς ἀξιοῦντας ἀπʼ ἴσης δυνάμεως τὸ ἴσον φέρεσθαι Σπαρτιάταις, εἰς χεῖρας συνέστησαν, ἐκείνη δὲ ἡ μάχη πρώτη καί τοὺς ἄλλους ἐδίδαξεν Ἕλληνας ὡς οὐχ ὁ Εὐρώτας οὐδʼ ὁ μεταξὺ Βαβύκας καί Κνακιῶνος τόπος ἄνδρας ἐκφέρει μαχητὰς καί πολεμικούς, ἀλλὰ παρʼ οἷς ἂν αἰσχύνεσθαι τὰ αἰσχρὰ καί τολμᾶν ἐπὶ τοῖς καλοῖς ἐθέλοντες ἐγγένωνται νέοι καί τοὺς ψόγους τῶν κινδύνων μᾶλλον φεύγοντες, οὗτοι φοβερώτατοι τοῖς ἐναντίοις εἰσί.
18.1 τὸν δʼ ἱερὸν λόχον, ὥς φασι, συνετάξατο Γοργίδας πρῶτος ἐξ ἀνδρῶν ἐπιλέκτων τριακοσίων, οἷς ἡ πόλις ἄσκησιν καὶ δίαιταν ἐν τῇ Καδμείᾳ στρατοπεδευομένοις παρεῖχε, καὶ διὰ τοῦθʼ ὁ ἐκ πόλεως λόχος ἐκαλοῦντο· τὰς γὰρ ἀκροπόλεις ἐπιεικῶς οἱ τότε πόλεις ὠνόμαζον. ἔνιοι δέ φασιν ἐξ ἐραστῶν καὶ ἐρωμένων γενέσθαι τὸ σύστημα τοῦτο.
18.2 καὶ Παμμένους ἀπομνημονεύεταί τι μετὰ παιδιᾶς εἰρημένον· οὐ γὰρ ἔφη τακτικὸν εἶναι τὸν Ὁμήρου Νέστορα κελεύοντα κατὰ φῦλα καὶ φρήτρας συλλοχίζεσθαι τοὺς Ἕλληνας, ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις, δέον ἐραστὴν παρʼ ἐρώμενον τάττειν. φυλέτας μὲν γὰρ φυλετῶν καὶ φράτορας φρατόρων οὐ πολὺν λόγον ἔχειν ἐν τοῖς δεινοῖς, τὸ δʼ ἐξ ἐρωτικῆς φιλίας συνηρμοσμένον στῖφος ἀδιάλυτον εἶναι καὶ ἄρρηκτον, ὅταν οἱ μὲν ἀγαπῶντες τοὺς ἐρωμένους, οἱ δὲ αἰσχυνόμενοι τοὺς ἐρῶντας ἐμμένωσι τοῖς δεινοῖς ὑπὲρ ἀλλήλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme