Thesauros Literature biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
15.1 οὐ μὴν ἀλλὰ καί λόγοι τινὲς αὐτοῦ μνημονεύονται, διʼ ὧν ἐδόκει συμφέρεσθαι τοῖς παροῦσιν οὐκ ἀγεννῶς.
15.2 τοῦτο μὲν γὰρ εἰς Λευκάδα καταχθείς, πόλιν ἀπῳκισμένην ὑπὸ Κορινθίων ὥσπερ τὴν Συρακουσίων, ταὐτὸν ἔφη πεπονθέναι τοῖς ἐν ἁμαρτήμασι γενομένοις τῶν νεανίσκων·
15.3 ὡς γὰρ ἐκεῖνοι τοῖς μὲν ἀδελφοῖς ἱλαρῶς συνδιατρίβουσι, τοὺς δὲ πατέρας αἰσχυνόμενοι φεύγουσιν, οὕτως αὐτὸς αἰδούμενος τὴν μητρόπολιν ἡδέως ἂν αὐτόθι μετʼ ἐκείνων κατοικεῖν.
15.4 τοῦτο δʼ ἐν Κορίνθῳ ξένου τινὸς ἀγροικότερον εἰς τὰς μετὰ τῶν φιλοσόφων διατριβὰς, αἷς τυραννῶν ἔχαιρε, χλευάζοντος αὐτὸν, καί τέλος ἐρωτῶντος τί δὴ τῆς Πλάτωνος ἀπολαύσειε σοφίας, οὐδὲν, ἔφη, σοὶ δοκοῦμεν ὑπὸ Πλάτωνος ὠφελῆσθαι, τύχης μεταβολὴν οὕτω φέροντες;
15.5 πρὸς δὲ τὸν μουσικὸν Ἀριστόξενον καί τινας ἄλλους πυνθανομένους ὁπόθεν αὐτῷ καί τίς ἡ πρὸς Πλάτωνα γένοιτο μέμψις, πολλῶν ἔφη κακῶν τὴν τυραννίδα μεστὴν οὖσαν οὐδὲν ἔχειν τηλικοῦτον ἡλίκον τὸ μηδένα τῶν λεγομένων φίλων μετὰ παρρησίας διαλέγεσθαι· καί γὰρ αὐτὸς ὑπʼ ἐκείνων ἀποστερηθῆναι τῆς Πλάτωνος εὐνοίας.
15.6 ἐπεὶ δὲ τῶν βουλομένων τις εὐφυῶν εἶναι σκώπτων τὸν Διονύσιον ἐξέσειε τὸ ἱμάτιον εἰσιὼν πρὸς αὐτὸν, ὡς δὴ πρὸς τύραννον, ἀντισκώπτων ἐκεῖνος ἐκέλευε τοῦτο ποιεῖν ὅταν ἐξίῃ παρʼ αὐτοῦ, μή τι τῶν ἔνδον ἔχων ἀπέλθῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme