Thesauros Literature biography Τιμολέων

Τιμολέων

Τιμολέων Plutarch
10.4 διὸ συνῆγον ἐκκλησίαν καὶ τὰς πύλας ἀπέκλειον, ὡς μὴ πρὸς ἄλλο τι τρέπεσθαι τοὺς πολίτας, καὶ παρελθόντες εἰς τὸ πλῆθος ἐχρῶντο μήκει λόγων, ἕτερος ἑτέρῳ παραδιδοὺς τὴν αὐτὴν ὑπόθεσιν πρὸς οὐδὲν τέλος, ἀλλὰ διάγοντες ἄλλως τὸν χρόνον, ἕως ἀναχθῶσιν αἱ τῶν Κορινθίων τριήρεις, καὶ Καρχηδονίους ἐπὶ τῆς ἐκκλησίας κατέχοντες ἀνυπόπτως, ἅτε καὶ τοῦ Τιμολέοντος παρόντος καὶ παρέχοντος δόκησιν ὅσον οὔπω πρὸς τὸν λόγον ἀνίστασθαι καὶ δημηγορεῖν.
10.5 ὡς δʼ ἀπήγγειλέ τις αὐτῷ κρύφα τὰς μὲν ἄλλας τριήρεις ἀνῆχθαι, μίαν δὲ τὴν ἐκείνου περιμένειν ὑπολελειμμένην, διεκδὺς τὸν ὄχλον, ἅμα τῶν περὶ τὸ βῆμα Ῥηγίνων συνεπικρυπτόντων, καὶ καταβὰς ἐπὶ τὴν θάλατταν ἐξέπλευσε διὰ ταχέων.
10.6 καὶ κατήχθησαν εἰς Ταυρομένιον τῆς Σικελίας, ὑποδεχομένου καὶ καλοῦντος αὐτοὺς ἔτι πάλαι προθύμως Ἀνδρομάχου τοῦ τὴν πόλιν ἔχοντος καὶ δυναστεύοντος.
10.7 οὗτος ἦν πατὴρ Τιμαίου τοῦ ἱστορικοῦ, καὶ πολὺ κράτιστος τῶν τότε δυναστευόντων ἐν Σικελίᾳ, γενόμενος τῶν τε ἑαυτοῦ πολιτῶν ἡγεῖτο νομίμως καὶ δικαίως, καὶ πρὸς τοὺς τυράννους φανερὸς ἦν ἀεὶ διακείμενος ἀπεχθῶς καὶ ἀλλοτρίως.
10.8 διὸ καὶ Τιμολέοντι τότε τὴν πόλιν ὁρμητήριον παρέσχε, καὶ τοὺς πολίτας ἔπεισε συναγωνίζεσθαι τοῖς Κορινθίοις καὶ συνελευθεροῦν τὴν Σικελίαν.
11.1 οἱ δʼ ἐν τῷ Ῥηγίῳ Καρχηδόνιοι τοῦ Τιμολέοντος ἀνηγμένου καὶ τῆς ἐκκλησίας διαλυθείσης χαλεπῶς φέροντες, ἐν τῷ κατεστρατηγῆσθαι διατριβὴν τοῖς Ῥηγίνοις παρεῖχον, εἰ Φοίνικες ὄντες οὐκ ἀρέσκοιντο τοῖς διʼ ἀπάτης πραττομένοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme