Thesauros Literature biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
26.1 ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσιν οἱ Ῥωμαῖοι πρὸς ἀλλήλους, τὸν πόλεμον ἐξενεγκεῖν. τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως.
26.2 ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων, ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν. πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν Οὐολούσκων.
26.3 οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους. ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.
27.1 ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη καὶ πολεμικὸς καὶ τὸ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme