Thesauros Literature biography Γάϊος Μάρκιος

Γάϊος Μάρκιος

Γάϊος Μάρκιος Plutarch
3.2 ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπʼ ἀμφότερα λαμβανούσῃ Μάρκιος ἀγωνιζόμενος εὐρώστως ἐν ὄψει τοῦ δικτάτορος, ἄνδρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών οὐκ ἠμέλησεν, ἀλλʼ ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων ἀμυνόμενος ἀπέκτεινεν. ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ.
3.3 τοῦτον γὰρ ὁ νόμος τῷ πολίτην ὑπερασπίσαντι τὸν στέφανον ἀποδέδωκεν, εἴτε δὴ μάλιστα τιμήσας διʼ Ἀρκάδας τὴν δρῦν βαλανηφάγους ὑπὸ τοῦ θεοῦ χρησμῷ προσαγορευθέντας, εἴτε ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν στρατευομένοις, εἴτε Διὸς Πολιέως ἱερὸν ὄντα τὸν τῆς δρυὸς στέφανον οἰόμενος ἐπὶ σωτηρίᾳ πολίτου δίδοσθαι πρεπόντως. ἔστι δὲ ἡ δρῦς τῶν μὲν ἀγρίων καλλικαρπότατον, τῶν δὲ τιθασῶν ἰσχυρότατον.
3.4 ἦν δὲ καὶ σιτίον ἀπʼ αὐτῆς ἡ βάλανος καὶ ποτὸν τὸ μελίτειον, ὄψον δὲ παρεῖχε τὰ πλεῖστα τῶν νεμομένων τε καὶ πτηνῶν, θήρας ὄργανον φέρουσα τὸν ἰξόν.
3.4 ἐν ἐκείνῃ δὲ τῇ μάχῃ καὶ τοὺς Διοσκούρους ἐπιφανῆναι λέγουσι, καὶ μετὰ τὴν μάχην εὐθὺς ὀφθῆναι ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις ἐν ἀγορᾷ τὴν νίκην ἀπαγγέλλοντας, οὗ νῦν παρὰ τὴν κρήνην νεώς ἐστιν αὐτοῖς ἱδρυμένος, ὅθεν καὶ τὴν ἡμέραν ἐπινίκιον οὖσαν, ἐν τῷ Ἰουλίῳ μηνὶ τὰς εἰδούς, Διοσκούροις ἀνιερώκασι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme