16.2
ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθʼ αὑτῶν, ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδʼ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι, μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλʼ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν.
16.3
ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὑτῶν ἐφοδιάζειν. οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς· ἀλλʼ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες.
16.4
ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὑτῶν, ἀναίρεσιν οὖσαν ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς, ὡς πρότερον, οὔσης, ἀλλὰ δεδεγμένης τομήν μηδέποτε συμφῦναι μηδʼ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπʼ ἀλλήλων ἐάσουσαν.