Thesauros Literature biography Ἀλκιβιάδης

Ἀλκιβιάδης

Ἀλκιβιάδης Plutarch
39.5 ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς Ἀλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν Ἀλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν σὺν αὑτῷ, τοὺς δʼ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ Ἀλκιβιάδης, καὶ καταβαλεῖν αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.
← Previous 54 / 54

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme