Thesauros Literature biography Ἀλκιβιάδης

Ἀλκιβιάδης

Ἀλκιβιάδης Plutarch
21.6 ἐφοβοῦντο γὰρ ταραχὰς τοῦ στρατεύματος ἐν πολεμίᾳ γῇ καὶ στάσιν, ὃ ῥᾳδίως ἂν ἐξειργάσατο βουληθεὶς ὁ Ἀλκιβιάδης. καὶ γὰρ ἠθύμουν ἀπιόντος αὐτοῦ, καὶ πολλὴν τριβὴν προσεδόκων καὶ μῆκος ἀργὸν ἐν τῷ Νικίᾳ τὸν πόλεμον ἕξειν, καθάπερ μύωπος ἀφῃρημένου τῶν πράξεων. ὁ γὰρ Λάμαχος ἦν μὲν πολεμικὸς καὶ ἀνδρώδης, ἀξίωμα δʼ οὐ προσῆν οὐδʼ ὄγκος αὐτῷ διὰ πενίαν.
22.1 εὐθὺς μὲν οὖν ἀποπλέων ὁ Ἀλκιβιάδης ἀφείλετο Μεσσήνην Ἀθηναίους. ἦσαν γὰρ οἱ μέλλοντες ἐνδιδόναι τὴν πόλιν, οὓς ἐκεῖνος εἰδὼς σαφέστατα τοῖς Συρακουσίων φίλοις ἐμήνυσε καὶ διέφθειρε τὴν πρᾶξιν. ἐν δὲ Θουρίοις γενόμενος καὶ ἀποβὰς τῆς τριήρους ἔκρυψεν ἑαυτὸν καὶ διέφυγε τοὺς ζητοῦντας.
22.2 ἐπιγνόντος δέ τινος καὶ εἰπόντος· οὐ πιστεύεις, ὦ Ἀλκιβιάδη, τῇ πατρίδι; τὰ μὲν ἄλλʼ, ἔφη, πάντα· περὶ δὲ τῆς ψυχῆς τῆς ἐμῆς οὐδὲ τῇ μητρί, μήπως ἀγνοήσασα τὴν μέλαιναν ἀντὶ τῆς λευκῆς ἐπενέγκῃ ψῆφον. ὕστερον δʼ ἀκούσας ὅτι θάνατον αὐτοῦ κατέγνωκεν ἡ πόλις· ἀλλʼ ἐγώ, εἶπε, δείξω αὐτοῖς ὅτι ζῶ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme