Thesauros Literature biography Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις

Περικλέους καὶ Φαβίου σύγκρισις Plutarch
3.3 Φάβιος δὲ τὸ καθʼ αὐτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος. οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρʼ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος.
3.3 καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους.
3.4 πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλʼ ὅσον ἓξ τάλαντα· Περικλῆς δʼ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν.
3.5 ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλʼ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.
← Previous 4 / 4

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme