Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
3.4 τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθʼ ὁ γράψας στρατηγὸς οὔθʼ ὁ πεμφθεὶς ἄγγελος ἀπʼ εὐθείας ἔφρασεν, ἀλλʼ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι· περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλʼ ἄντικρυς ἔφη προσελθών Νενικήμεθα, ὦ ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύεσθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.
3.5 οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδʼ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο. πάντες δʼ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός·
3.6 εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme