Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
25.4 ἔοικε δʼ ὁρμῆσαι μὲν ἐξ ἀρχῆς ὁ Φάβιος πρὸς τὸ ἀντιλέγειν ὑπὸ πολλῆς ἀσφαλείας καὶ προνοίας, μέγαν ὄντα δεδιὼς τὸν κίνδυνον, ἐντεῖναι δέ πως μᾶλλον ἑαυτὸν καὶ πορρωτέρω προαχθῆναι φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ, κωλύων τοῦ Σκηπίωνος τὴν αὔξησιν, ὅς γε καὶ Κράσσον ἔπειθε, τὸν συνυπατεύοντα τῷ Σκηπίωνι, μὴ παρεῖναι τὴν στρατηγίαν μηδʼ ὑπείκειν, ἀλλʼ αὐτὸν, εἰ δόξειεν, ἐπὶ Καρχηδονίους περαιοῦσθαι, καὶ χρήματα δοθῆναι πρὸς τὸν πόλεμον οὐκ εἴασε.
25.5 χρήματα μὲν οὖν Σκηπίων ἑαυτῷ πορίζειν ἀναγκαζόμενος ἤγειρε παρὰ τῶν ἐν Τυρρηνίᾳ πόλεων ἰδίᾳ πρὸς αὐτὸν οἰκείως διακειμένων καὶ χαριζομένων Κράσσον δὲ τὰ μὲν ἡ φύσις οὐκ ὄντα φιλόνεικον, ἀλλὰ πρᾷον, οἴκοι κατεῖχε, τὰ δὲ καὶ νόμος θεῖος ἱερωσύνην ἔχοντα τὴν μεγίστην.
26.1 αὖθις οὖν καθʼ ἑτέραν ὁδὸν ἀπαντῶν ὁ Φάβιος τῷ Σκηπίωνι κατεκώλυε τοὺς ὁρμωμένους αὐτῷ συστρατεύεσθαι τῶν νέων καὶ κατεῖχεν, ἔν τε ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις βοῶν ὡς οὐκ αὐτὸς Ἀννίβαν ἀποδιδράσκοι μόνος ὁ Σκηπίων, ἀλλὰ καὶ τὴν ὑπόλοιπον ἐκπλέοι λαβὼν δύναμιν ἐκ τῆς Ἰταλίας, δημαγωγῶν ἐλπίσι τοὺς νέους καὶ ἀναπείθων ἀπολιπεῖν γονέας καὶ γυναῖκας καὶ πόλιν, ἧς ἐν θύραις ἐπικρατῶν καὶ ἀήττητος ὁ πολέμιος κάθηται. καὶ μέντοι ταῦτα λέγων ἐφόβησε τοὺς Ῥωμαίους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme