Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
24.2 καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνάξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν αὐτὸς δʼ ἐκεῖνος ἀποπηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπειχθεὶς, καὶ περιβαλὼν καὶ ἀσπασάμενος, εὖ γε, εἶπεν, ὦ παῖ, φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς, οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι.
24.3 λέγεται δʼ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν αὑτὸν ὑπατεῦσαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους καταγαγεῖν, ὑπατεύοντι δʼ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δʼ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακολουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστερον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν. ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν.
24.4 τοῦ δὲ Φαβίου τὸν υ ἱὸν ἀποθανεῖν συνέβη· καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα, τὸ δʼ ἐγκώμιον, ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσήκοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ, καὶ γράψας τὸν λόγον ἐξέδωκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme