Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
23.2 τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον. ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δʼ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.
23.3 ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη, καί διεφύλαξεν ἄχρι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις γενέσθαι τοὺς Ταραντίνους. τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καί φιλοτιμίας ἐξενεχθεὶς εἶπεν ὡς οὐ Φάβιος, ἀλλʼ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ἁλῶναι. γελάσας οὖν ὁ Φάβιος, ἀληθῆ λέγεις, εἶπεν, εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.
24.1 οἱ δὲ Ῥωμαῖοι τά τʼ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς, καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον. παραλαβόντος δὲ τὴν . ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν πόλεμον ὁ πατὴρ, εἴτε διὰ γῆρας καὶ ἀσθένειαν εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφʼ ἵππον προσῄει διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων. ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δʼ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ διʼ αὑτοῦ προσελθεῖν, εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme