Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
20.3 δεινὸν γὰρ ἡγεῖτο τοὺς μὲν ἱππικοὺς καὶ κυνηγετικοὺς ἐπιμελείᾳ καὶ σννηθείᾳ καὶ τροφῇ μᾶλλον ἢ μάστιξι καὶ κλοιοῖς τὴν χαλεπότητα τῶν ζῴων καὶ τὸ θυμούμενον καὶ τὸ δυσκολαῖνον ἐξαιρεῖν, τὸν δʼ ἀνθρώπων ἄρχοντα μὴ τὸ πλεῖστον ἐν χάριτι καὶ πρᾳότητι τῆς ἐπανορθώσεως τίθεσθαι, σκληρότερον δὲ προσφέρεσθαι καὶ βιαιότερον ἤπερ οἱ γεωργοῦντες ἐρινεοῖς καὶ ἀχράσι καὶ κοτίνοις προσφέρονται, τὰ μὲν εἰς ἐλαίας, τὰ δʼ εἰς ἀπίους, τὰ δʼ εἰς συκᾶς ἐξημεροῦντες καὶ τιθασεύοντες.
20.4 ἕτερον· τοίνυν τῷ γένει Λευκανὸν ἄνδρα προσήγγειλαν οἱ λοχαγοὶ ῥεμβόμενον ἀπὸ τοῦ στρατοπέδου καὶ τὴν τάξιν ἐκλείποντα πολλάκις, ὁ δʼ ἠρώτησε, τἆλλα ποῖόν τινα τὸν ἄνθρωπον εἰδεῖεν ὄντα. μαρτυρούντων δὲ πάντων ὅτι ῥᾳδίως ἕτερος οὐκ εἴη στρατιώτης τοιοῦτος, ἅμα τʼ αὐτοῦ τινας ἀνδραγαθίας ἐπιφανεῖς καὶ πράξεις λεγόντων, αἰτίαν τῆς ἀταξίας ζητῶν εὗρεν ἔρωτι παιδίσκης κατεχόμενον τὸν ἄνδρα καὶ κινδυνεύοντα μακρὰς ὁδοὺς ἑκάστοτε φοιτῶντα πρὸς ἐκείνην ἀπὸ τοῦ στρατοπέδου.
20.5 πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν, οὐ λέληθας, ἔφη, παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις. τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφʼ ἑτέρῳ ποιήσομαι τὴν φρουράν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme