Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
14.4 ἐγὼ δʼ, εἶπεν, ὦ Παῦλε, Τερεντίου πιστεύεσθαι δικαιότερός εἰμι περὶ τῶν Ἀννίβου πραγμάτων διαβεβαιούμενος ὡς, εἰ μηδεὶς αὐτῷ μαχεῖται τοῦτον τὸν ἐνιαυτόν, ἀπολεῖται μένων ὁ ἀνὴρ ἢ φεύγων ἄπεισιν, ᾧ γε καὶ νῦν νικᾶν καὶ κρατεῖν δοκοῦντι τῶν μὲν πολεμίων οὐδεὶς προσκεχώρηκε, τῆς δʼ οἴκοθεν δυνάμεως οὐδʼ ἡ τρίτη μοῖρα πάνυ περίεστι.
14.5 πρὸς ταῦτα λέγεται τὸν Παῦλον εἰπεῖν ἐμοὶ μὲν, ὦ Φάβιε, τὰ ἐμαυτοῦ σκοποῦντι κρεῖττόν ἐστι τοῖς τῶν πολεμίων ὑποπεσεῖν δόρασιν ἢ πάλιν ταῖς ψήφοις τῶν πολιτῶν εἰ δʼ οὕτως ἔχει τὰ δημόσια πράγματα, πειράσομαι μᾶλλον σοὶ δοκεῖν ἀγαθὸς εἶναι στρατηγὸς ἢ πᾶσι τοῖς ἄλλοις ἐπὶ τἀναντία βιαζομένοις. ταύτην ἔχων τὴν προαίρεσιν ὁ Παῦλος ἐξῆλθεν ἐπὶ τὸν πόλεμον.
15.1 ἀλλʼ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρʼ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ, παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμʼ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, αὐτοὺς οὐδʼ ἥμισυ μέρος ὄντας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme