Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
13.3 ταῦτʼ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου. καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν καὶ διαπορεῖν πάντας. προελθόντος δὲ τοῦ Φαβίου θέμενος ἔμπροσθεν τὰς σημαίας αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο. τοῦτο δʼ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα πρὸς τοὺς ἀπελευθερώσαντας.
13.4 ἡσυχίας δὲ γενομένης ὁ Μινούκιος εἶπε· δύο νίκας, ὦ δίκτατορ, τῇ σήμερον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα· καὶ διʼ ἧς μὲν σέσωκας ἡμᾶς, διʼ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν ἧτταν ὑπʼ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ.
13.5 πατέρα δή σε χρηστὸν χρηστὸν bracketed by Bekker. προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη. ἐγεννήθην μὲν γὰρ ὑπʼ ἐκείνου μόνος, σῴζομαι δὲ ὑπὸ σοῦ μετὰ τοσούτων ταῦτʼ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο. τὸ δʼ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας· ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme