10.3
καὶ δεδοικὼς μὴ παντάπασιν ἐκμανεὶς ὑπὸ κενῆς δόξης καὶ ὄγκου φθάσῃ τι κακὸν ἀπεργασάμενος, λαθὼν ἅπαντας ἐξῆλθε καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον καὶ καταλαβὼν τὸν Μινούκιον οὐκέτι καθεκτόν, ἀλλὰ βαρὺν καὶ τετυφωμένον καὶ παρὰ μέρος ἄρχειν ἀξιοῦντα, τοῦτο μὲν οὐ συνεχώρησε, τὴν δὲ δύναμιν διενείματο πρὸς αὐτόν, ὡς μέρους μόνος ἄρξων βέλτιον ἢ πάντων παρὰ μέρος.
10.4
καὶ τὸ μὲν πρῶτον τῶν ταγμάτων καὶ τέταρτον αὐτὸς ἔλαβε, τὸ δὲ δεύτερον καὶ τρίτον ἐκείνῳ παρέδωκεν, ἐπίσης καὶ τῶν συμμαχικῶν διανεμηθέντων. σεμνυνομένου δὲ τοῦ Μινουκίου καὶ χαίροντος ἐπὶ τῷ τὸ πρόσχημα τῆς ἀκροτάτης καὶ μεγίστης ἀρχῆς ὑφεῖσθαι καὶ προπεπηλακίσθαι διʼ αὐτόν, ὑπεμίμνῃσκεν ὁ Φάβιος ὡς οὐκ ὄντος μὲν αὐτῷ πρὸς Φάβιον, ἀλλʼ, εἰ σωφρονεῖ, πρὸς Ἀννίβαν τοῦ ἀγῶνος·
10.5
εἰ δὲ καὶ πρὸς τὸν συνάρχοντα φιλονεικεῖ, σκοπεῖν ὅπως τοῦ νενικημένου καὶ καθυβρισμένου παρὰ τοῖς πολίταις ὁ τετιμημένος καὶ νενικηκὼς οὐ φανεῖται μᾶλλον ὀλιγωρῶν τῆς σωτηρίας αὐτῶν καὶ ἀσφαλείας.
11.1
ὁ δὲ ταῦτα μὲν εἰρωνείαν ἡγεῖτο γεροντικήν· παραλαβὼν δὲ τὴν ἀποκληρωθεῖσαν δύναμιν ἰδίᾳ καὶ χωρὶς ἐστρατοπέδευσεν, οὐδὲν ἀγνοοῦντος τοῦ Ἀννίβου τῶν γινομένων, ἀλλὰ πᾶσιν ἐφεδρεύοντος. ἦν δὲ λόφος κατὰ μέσον καταληφθῆναι μὲν οὐ χαλεπός, ὀχυρὸς δὲ καταληφθεὶς στρατοπέδῳ καὶ διαρκὴς εἰς ἅπαντα, τὸ δὲ πέριξ πεδίον ὀφθῆναι μὲν ἄπωθεν ὁμαλὸν διὰ ψιλότητα καὶ λεῖον, ἔχον δέ τινας οὐ μεγάλας τάφρους ἐν αὑτῷ καὶ κοιλότητας ἄλλας.