Thesauros Literature biography Φάβιος Μάξιμος

Φάβιος Μάξιμος

Φάβιος Μάξιμος Plutarch
9.4 καὶ γὰρ τότʼ ἐπὶ τῶν στρατοπέδων Μᾶρκος ἦν Ἰούνιος δικτάτωρ, καὶ κατὰ πόλιν τὸ βουλευτικὸν ἀναπληρῶσαι δεῆσαν, ἅτε δὴ πολλῶν ἐν τῇ. μάχῃ συγκλητικῶν ἀπολωλότων, ἕτερον εἵλοντο δικτάτορα Φάβιον Βουτεῶνα. πλὴν οὗτος μὲν, ἐπεὶ προῆλθε καὶ κατέλεξε τοὺς ἄνδρας καὶ συνεπλήρωσε τὴν βουλήν, αὐθημερὸν ἀφεὶς τοὺς ῥαβδούχους καὶ διαφυγὼν τοὺς προάγοντας, εἰς τὸν ὄχλον ἐμβαλὼν καὶ καταμίξας ἑαυτὸν ἤδη τι τῶν ἑαυτοῦ διοικῶν καὶ πραγματευόμενος ὥσπερ ἰδιώτης ἐπὶ τῆς ἀγορᾶς ἀνεστρέφετο.
10.1 τὸν δὲ Μινούκιον ἐπὶ τὰς αὐτὰς τῷ δικτάτορι πράξεις ἀποδείξαντες ᾤοντο κεκολοῦσθαι καὶ γεγονέναι ταπεινὸν παντάπασιν ἐκεῖνον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός. οὐ γὰρ αὑτοῦ συμφορὰν ἡγεῖτο τὴν ἐκείνων ἄγνοιαν, ἀλλʼ ὥσπερ Διογένης ὁ σοφός, εἰπόντος τινὸς πρὸς αὐτόν· οὗτοι σοῦ καταγελῶσιν, ἀλλʼ ἐγώ εἶπεν, οὐ καταγελῶμαι, μόνους ἡγούμενος καταγελᾶσθαι τοὺς ἐνδιδόντας καὶ πρὸς τὰ τοιαῦτα διαταραττομένους.
10.2 οὕτω Φάβιος ἔφερεν ἀπαθῶς καὶ ῥᾳδίως ὅσον ἐπʼ αὐτῷ τὰ γινόμενα, συμβαλλόμενος ἀπόδειξιν τῶν φιλοσόφων τοῖς ἀξιοῦσι μήτε ὑβρίζεσθαι μήτε ἀτιμοῦσθαι τὸν ἀγαθὸν ἄνδρα καὶ σπουδαῖον. ἠνία δʼ αὐτὸν ἡ τῶν πολλῶν ἀβουλία διὰ τὰ κοινά, δεδωκότων ἀφορμὰς ἀνδρὸς οὐχ ὑγιαινούσῃ φιλοτιμίᾳ πρὸς τὸν πόλεμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme