Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
7.2 ἔκ τε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέραν ἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζοντι τήν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοι τόν τε δῆμον καὶ τήν σύγκλητον ἴσα μέρη δύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοικεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τήν αἰχμάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορωτέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ καλοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τήν ἄλλην εὐδαιμονίαν φυλαξόντων.
7.3 ὁ μὲν οὖν δῆμος ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος ἄσμενος ἐδέξατο, καὶ συνεχὴς ἦν τοῖς περὶ τὸ βῆμα θορύβοις αἰτῶν τήν ψῆφον ἡ δὲ βουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολιτῶν οὐ διαίρεσιν, ἀλλʼ ἀναίρεσιν ἡγούμενοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρχους καὶ δυσανασχετοῦντες ἐπὶ τόν Κάμιλλον κατέφυγον.
7.4 κἀκεῖνος ὀρρωδῶν τόν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳ καὶ ἀσχολίας, διʼ ὧν ἀεὶ τόν νόμον ἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός. ἡ δε φανερωτάτη καὶ μεγίστη τῶν ἀπεχθειῶν αὐτῷ πρὸς τόν δῆμον ἐκ τῆς δεκάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογον, εἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶν λαβόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme