Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
39.5 ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε· κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους, ἐκέλευσε δʼ οὗτος μηδένα πλέθρων πεντακοσίων πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας· ὀλίγῳ δʼ ὕστερον αὐτὸς ἑάλω κεκτημένος ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.
40.1 ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν φιλονεικίας, ὃ δὴ χαλεπώτατον τῆς στάσεως ἦν καὶ πρῶτον ἦρξε καὶ πλεῖστα πράγματα τῇ βουλῇ παρέσχε διαφερομένῃ πρὸς τὸν δῆμον, ἀγγελίαι προσέπεσον σαφεῖς, Κελτοὺς αὖθις ἀπὸ τῆς Ἀδριατικῆς ἄραντας θαλάσσης μυριάσι πολλαῖς ἐπὶ τὴν Ῥώμην ἐλαύνειν.
40.2 ἅμα δὲ τῷ λόγῳ καὶ τὰ ἔργα τοῦ πολέμου παρῆν πορθουμένης τῆς χώρας καὶ τῶν ἀνθρώπων, ὅσοις μὴ ῥᾴδιον ἦν εἰς τὴν Ῥώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σκεδαννυμένων. οὗτος ὁ φόβος κατέπαυσε τὴν στάσιν, καὶ συνελθόντες εἰς ταὐτὸ τοῖς πολλοῖς οἱ κράτιστοι καὶ τῇ βουλῇ τὸ δημοτικὸν εἵλοντο πάντες ἐκ μιᾶς γνώμης δικτάτορα τὸ πέμπτον Κάμιλλον.
40.3 ὁ δʼ ἦν μὲν σφόδρα γέρων καὶ μικρὸν ἀπέλειπεν ὀγδοήκοντα ἔτη γεγονέναι συνορῶν δὲ τὴν ἀνάγκην καὶ τὸν κίνδυνον, οὔτε ὑποτίμησιν εἰπών, ὡς πρότερον, οὔτε προφάσει χρησάμενος, ἀλλʼ αὐτόθεν ὑποστὰς τὴν στρατηγίαν κατέλεγε τοὺς μαχησομένους. εἰδὼς δὲ τῆς τῶν βαρβάρων ἀλκῆς τὴν βιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃς βαρβαρικῶς καὶ σὺν οὐδεμιᾷ τέχνῃ καταφέροντες ὤμους μάλιστα καὶ κεφαλὰς διέκοπτον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme