36.4
ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δικτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρκτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος γενομένου τούτου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγμα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶ δημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλητος ἐκέλευσεν ἀφεθῆναι τὸν Μάλλιον. ὁ δʼ οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτερον ἐδημαγώγει καὶ διεστασίαζε τὴν πόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸν Κάμιλλον.
36.5
εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφʼ οὗ βεβηκὼς ὁ Μάλλιος ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν· αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖσε καὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων, ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκις ἀναβάλλεσθαι τὴν δίκην, μήτʼ ἀφεῖναι βουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸ ἀδίκημα μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσης διὰ τὸν τόπον.
36.6
ὃ δὴ συμφρονήσας ὁ Κάμιλλος μετήγαγεν ἔξω πύλης τὸ δικαστήριον εἰς τὸ Πετηλῖνον ἄλσος· ὅθεν οὐκ ὄντος τοῦ Καπιτωλίου καταφανοῦς ὅ τε διώκων ἐχρήσατο τῇ κατηγορίᾳ καὶ τοῖς κρίνουσι παρεχώρησεν ἡ μνήμη τῶν γεγονότων ἀξίαν ἀναλαβεῖνἀναλαβεῖν with S:λαβεῖν.