Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
32.5 τοῦτο δʼ ἔστι μὲν ἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖται δὲ λίτυον χρῶνται δʼ αὐτῷ πρὸς τὰς τῶν πλινθίων ὑπογραφάς ὅταν ἐπʼ ὄρνισι διαμαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνος ἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δʼ ἐξ ἀνθρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖς τὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυστον ἐφύλαττον. τοῦτο δὴ τότε τῶν ἄλλων ἀπολωλότων ἀνευρόντες διαπεφευγὸς τὴν φθοράν ἡδίους ἐγένοντο ταῖς ἐλπίσιν ὑπὲρ τῆς Ῥώμης, ὡς ἀίδιον αὐτῇ τὴν σωτηρίαν τοῦ σημείου βεβαιοῦντος.
33.1 οὔπω δὲ τῆς Περὶ ταῦτα πεπαυμένοις ἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος, Αἰκανῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατίνων εἰς τὴν χώραν ἐμβαλλόντων, Τυρρηνῶν δὲ πολιορκούντων Σούτριν, συμμαχίδα Ῥωμαίων πόλιν. ἐπειδὴ δʼ οἱ τὴν ἡγεμονίαν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοι Περὶ τὸ Μάρκιον ὄρος ὑπὸ τῶν Λατίνων ἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλεῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δικτάτωρ·
33.2 περὶ τούτου τοῦ πολέμου διττοὶ λόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδη πρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προφάσει χρωμένους εἴτε βουλομένους ὡς ἀληθῶς ἀναμίξασθαι τὰ γένη πάλιν ἐξ ὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥωμαίων παρθένους ἐλευθέρας γυναῖκας, ἀπορούντων δὲ τῶν Ῥωμαίων, τί χρὴ ποιεῖν καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπω καθεστῶτες οὐδʼ ἀνειληφότες αὑτούς, καὶ τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξομήρευσιν εἶναι, τοῦ δʼ εὐπρεποῦς χάριν ἐπιγαμίαν καλεῖσθαι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme