Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
29.5 ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπʼ αὐτόν ὡπλισμένος λαμπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺς Ῥωμαίους· καὶ γενομένης ἰσχυρᾶς μάχης ἐπὶ πολὺν χρόνον αὐτούς τε τρέπεται πολλῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον. τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησαν καταδιωχθέντες, τοὺς δὲ πλείστους διασπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κωμῶν καὶ πόλεων ἔκτεινον.
30.1 οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν, τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·
30.2 οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ὑπὸὑπὸ with S: ἀπιστίᾳ for distrust of. τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασωζόμεναἀνασωζόμενα καὶ κεκοσμημένα S, and adorned. κομίζοντες ἐπεδείκνυντο ποθουμένας ὄψεις τοῖς πολίταις δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν Ῥώμην συγκατερχομένων·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme