Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
2.5 εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ τὸ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευτῶντος. ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ, γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον ὧν ἦν καὶ Κάμιλλος τότε χιλιαρχῶν τὸ δεύτερον.
2.6 ἔπραξε δὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷ χρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταις πολεμεῖν, οἳ διʼ ἀσχολίαν τότε πολλὰ τὴν χώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸν Τυρρηνικὸν πόλεμον ἐνοχλήσαντες ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνεστάλησαν εἰς τὰ τείχη πολλοὺς ἀποβαλόντες.
3.1 ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λίμνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενεχθέν οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαι θαυμάτων αἰτίας κοινῆς ἀποοίᾳ, καὶ λόγου φυσικὴν ἔχοντος ἀρχὴν ἐφόβησεν, ἦν μὲν γὰρ ὥρα μετοπωρινή, καὶ τὸ θέρος ἔληγεν οὔτʼ ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλεπὸν ἐπιδήλως γενόμενον·
3.2 πολλὰς δὲ λίμνας καὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς Ἰταλίας ἐχούσης τὰ μὲν ἐξέλιπε κομιδῇ, τὰ δʼ ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲ ποταμοὶ πάντες ὥσπερ ἀεὶ κοῖλοι καὶ ταπεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλβανίδος λίμνης ἀρχὴν ἔχον ἐν ἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιεχόμενον, ἀπʼ οὐδενὸς αἰτίου, πλὴν εἴ τι θεῖον, αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶ προσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνωτάτω λόφων ὁμαλῶς ἐπέψαυεν, ἄνευ σάλου καὶ κλύδωνος ἐξανιστάμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme