Thesauros Literature biography Κάμιλλος

Κάμιλλος

Κάμιλλος Plutarch
12.2 οὕτως οὖν συναγαγὼν τούς τε φίλους καὶ τούς συστρατευσαμένους οὐκ ὀλίγους τὸ πλῆθος ὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκως ἐπʼ αἰτίαις πονηραῖς ὀφλόντα καὶ καταγέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον. ἐπεὶ δʼ οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντες ἑαυτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιν αὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζημίαν ὀφλόντι συνεκτίσειν, οὐκ ἀνασχόμενος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆς πόλεως πρὸς ὀργήν.
12.3 ἀσπασάμενος οὖν τὴν γυναῖκα καὶ τὸν υἱὸν ἐπὶ τῆς οἰκίας προῄει σιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δὲ ἐπέστη, καὶ μεταστραφεὶς ὀπίσω καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατο τοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλʼ ὕβρει δήμου καὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει, ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀνθρώποις φανεροὺς γενέσθαι δεομένους αὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.
13.1 ἐκεῖνος μὲν οὖν, ὥσπερ ὁ Ἀχιλλεὺς, ἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μεταστὰς ὦφλε τὴν δίκην ἐρήμην, τίμημα μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν. ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχμαὶ καὶ πεντακόσιαι· ἀσσάριον γὰρ ἦν τὸ ἀργύριον, καὶ τὸ δεκάχαλκον οὕτως ἐκαλεῖτο δηνάριον.
13.2 οὐδεὶς δʼ ἔστι Ῥωμαίων, ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Καμίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γενέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας οὐκ ἡδεῖαν, ἀλλʼ ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περιβόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμην νέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶ κίνδυνον ἅμα μετʼ αἰσχύνης ἐφάνη καιρὸς ἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελθούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἔστι μὴ παραμελεῖν ἀρετῆς ἀχαριστουμένης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme