Thesauros Literature biography Σόλωνος καὶ Ποπλικόλα σύγκρισις

Σόλωνος καὶ Ποπλικόλα σύγκρισις

Σόλωνος καὶ Ποπλικόλα σύγκρισις Plutarch
2.3 σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν ἀρχὴν ποιῆσαι δημοτικωτέραν καὶ μηδʼ οἷς ἐξῆν ἔχοντα χρήσασθαι. καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν πρότερος ὁ Σόλων, ὅτι δῆμος ὧδʼ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.
3.1 ἴδιον δὲ τοῦ Σόλωνος ἡ τῶν χρεῶν ἄνεσις, ᾗ μάλιστα τὴν ἐλευθερίαν ἐβεβαίωσε τοῖς πολίταις. οὐδὲν γὰρ ὄφελος νόμων ἰσότητα παρεχόντων, ἣν ἀφαιρεῖται τὰ χρέα τοὺς πένητας· ἀλλʼ ὅποι· μάλιστα χρῆσθαι τῇ ἐλευθερίᾳ δοκοῦσι, δουλεύουσι μάλιστα τοῖς πλουσίοις, ἐν τῷ δικάζειν καὶ ἄρχειν καὶ λέγειν ἐπιταττόμενοι καὶ ὑπηρετοῦντες.
3.2 τούτου δὲ μεῖζον, ὅτι πάσῃ χρεῶν ἀποκοπῇ στάσεως ἑπομένης, ἐκείνῃ μόνῃ, καθάπερ φαρμάκῳ παραβόλῳ μέν, ἰσχυρῷ δὲ χρησάμενος εὐκαίρως, καὶ τὴν οὖσαν στάσιν ἔλυσε, τῇ περὶ αὐτὸν ἀρετῇ καὶ δόξῃ τῆς τοῦ πράγματος ἀδοξίας καὶ διαβολῆς περιγενόμενος.
3.2 τῆς δʼ ὅλης πολιτείας τῇ μὲν ἀρχῇ λαμπρότερος ὁ Σόλων· ἡγήσατο γὰρ καὶ οὐκ ἠκολούθησε, καὶ καθʼ αὑτόν, οὐ μεθʼ ἑτέρων, ἔπραξε τὰ πλεῖστα καὶ μέγιστα τῶν κοινῶν τῷ τέλει δὲ ἅτερος εὐτυχὴς καὶ ζηλωτός.
3.3 τὴν μὲν γὰρ Σόλωνος πολιτείαν αὐτὸς ἐπεῖδε Σόλων καταλυθεῖσαν, ἡ δὲ Ποπλικόλα μέχρι τῶν ἐμφυλίων πολέμων διεφύλαξεν ἐν κόσμῳ τὴν πόλιν ὁ μὲν γὰρ ἅμα τῷ θέσθαι τοὺς νόμους ἀπολιπὼν ἐν ξύλοις καὶ γράμμασιν ἐρήμους τοῦ βοηθοῦντος ᾤχετʼ ἀπιὼν ἐκ τῶν Ἀθηνῶν, ὁ δὲ μένων καὶ ἄρχων καὶ πολιτευόμενος ἵδρυσε καὶ κατέστησεν εἰς ἀσφαλὲς τὴν πολιτείαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme