Thesauros Literature biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
22.4 πάντη μὲν οὖν ἐκακοῦτο τ ὰ Σαβίνων καί διεφθείρετο· τοὺς δʼ ἐνταῦθα μηδʼ ἀμυνομένους, ἀλλὰ φεύγοντας, εὐθὺς ἔκτεινον οἱ Ῥωμαῖοι, τῆς ἐλπίδος αὐτοῖς ὀλεθριωτάτης γενομένης. σῴζεσθαι γὰρ οἰόμενοι τοὺς ἑτέρους οἱ ἕτεροι τῷ μάχεσθαι καί μένειν οὐ προσεῖχον, ἀλλʼ οἱ μὲν ἐκ τῶν ἐρυμάτων πρὸς τοὺς ἐνεδρεύοντας,
22.5 οἱ δὲ πάλιν ὡς ἐκείνους εἰς τὸ στρατόπεδον θέοντες ἐναντίοι φεύγουσιν ἐνέπιπτον πρὸς οὓς ἔφευγον καί βοηθείας δεομένοις οὓς ἤλπιζον αὐτοῖς βοηθήσειν. τὸ δὲ μὴ πάντας ἀπολέσθαι τοὺς Σαβίνους, ἀλλὰ καί περιγενέσθαι τινάς ἡ Φιδηνατῶν πόλις ἐγγὺς οὖσα παρέσχε, καί μάλιστα τοῖς ἐκ τῶν στρατοπέδων, ὅθʼ ἡλίσκετο, διεκπίπτουσιν. ὅσοι δὲ Φιδηνῶν διήμαρτον διεφθάρησαν ἢ ζῶντες ἀπήχθησαν ὑπὸ τῶν λαβόντων.
23.1 τοῦτο τὸ κατόρθωμα Ῥωμαῖοι, καίπερ εἰωθότες ἅπασι τοῖς μεγάλοις ἐπιφημίζειν τὸ δαιμόνιον, ἑνὸς ἔργον ἡγοῦντο τοῦ στρατηγοῦ γεγονέναι. καὶ τῶν μεμαχημένων πρῶτον ἦν ἀκούειν ὅτι χωλοὺς καὶ τυφλοὺς αὐτοῖς καὶ μόνον οὐ καθείρξας τοὺς πολεμίους Ποπλικόλας παρέδωκε χρῆσθαι τοῖς ξίφεσιν. ἐρρώσθη δὲ καὶ χρήμασιν ὁ δῆμος ἐκ τῶν λαφύρων καὶ τῶν αἰχμαλώτων.
23.2 ὁ δὲ Ποπλικόλας τόν τε θρίαμβον ἀγαγὼν καὶ τοῖς μετʼ αὐτὸν ἀποδειχθεῖσιν ὑπάτοις παραδοὺς τὴν πόλιν εὐθὺς ἐτελεύτησεν, ὡς ἐφικτόν ἐστιν ἀνθρώποις μάλιστα τοῖς νενομισμένοις καλοῖς καὶ ἀγαθοῖς, τόν ἑαυτοῦ βίον ἐκτελειώσας. ὁ δὲ δῆμος ὥσπερ οὐδὲν εἰς ζῶντα τῶν ἀξίων πεποιηκώς, ἀλλὰ πᾶσαν ὀφείλων χάριν, ἐψηφίσατο δημοσίᾳ ταφῆναι τὸ σῶμα, καὶ τεταρτημόριον ἕκαστον ἐπὶ τιμῇ συνεισενεγκεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme