Thesauros Literature biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
19.2 ἔνιοι δέ φασι μίαν αὐτῶν, ὄνομα Κλοιλίαν, ἵππῳ διεξελάσαι τὸν πόρον, ἐγκελευομένην ταῖς ἄλλαις νεούσαις καὶ παραθαρρύνουσαν. ἐπεὶ δὲ σωθεῖσαι πρὸς τὸν Ποπλικόλαν ἧκον, οὐκ ἐθαύμασεν οὐδʼ ἠγάπησεν, ἀλλʼ ἠνιάθη, ὅτι Πορσίνα κακίων ἐν πίστει φανεῖται, καὶ τὸ τόλμημα τῶν παρθένων αἰτίαν ἕξει κακούργημα Ῥωμαίων γεγονέναι. διὸ συλλαβὼν αὐτὰς πάλιν ἀπέστειλε πρὸς τὸν Πορσίναν.
19.3 ταῦτα δʼ οἱ περὶ τὸν Ταρκύνιον προαισθόμενοι, καὶ καθίσαντες ἐνέδραν τοῖς ἄγουσι τὰς παῖδας, ἐν τῷ περᾶν ἐπέθεντο πλείονες ὄντες. ἐκείνων δὲ ὅμως ἀμυνομένων, ἡ Ποπλικόλα θυγάτηρ Οὐαλλερία διὰ μέσων ὁρμήσασα τῶν μαχομένων ἀπέφυγε, καὶ τρεῖς τινες οἰκέται συνδιεκπεσόντες ἔσῳζον αὐτήν, τῶν δʼ ἄλλων οὐκ ἀκινδύνως ἀναμεμιγμένων τοῖς μαχομένοις, αἰθόμενος Ἄρρων ὁ Πορσίνα υἱὸς ὀξέως προσεβοήθησε, καὶ φυγῆς γενομένης τῶν πολεμίων περιεποίησε τοὺς Ῥωμαίους.
19.4 ὡς δὲ τὰς παρθένους κομισθείσας ὁ Πορσίνας εἶδε, τὴν καταρξαμένην τῆς πράξεως καὶ παρακελευσαμένην ταῖς ἄλλαις ἐζήτει. ἀκούσας δὲ τὸ ὄνομα τῆς Κλοιλίας προσέβλεψεν αὐτὴν ἵλεῳ καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ κελεύσας ἵππον ἀχθῆναι τῶν βασιλικῶν κεκοσμημένον εὐπρεπῶς ἐδωρήσατο. τοῦτο ποιοῦνται μαρτύριον οἱ μόνην τὴν Κλοιλίαν λέγοντες ἵππῳ διεξελάσαι τὸν ποταμόν.
19.5 οἱ δʼ οὔ φασιν, ἀλλὰ τιμῆσαι τὸ ἀνδρῶδες αὐτῆς τὸν Τυρρηνόν. ἀνάκειται δὲ τὴν ἱερὰν ὁδὸν πορευομένοις εἰς Παλάτιον ἀνδριὰς αὐτῆς ἔφιππος, ὅν τινες οὐ τῆς Κλοιλίας, ἀλλὰ τῆς Οὐαλλερίας εἶναι λέγουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme