Thesauros Literature biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
18.1 ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο πολλάκις ὡς ἐξελέγξων κάκιστον ἀνδρῶν καὶ δικαίως ἀφαιρεθέντα τὴν ἀρχήν, ἀποκριναμένου δὲ τὸν Ταρκυνίου τραχύτερον, οὐδένα ποιεῖσθαι δικαστήν, ἥκιστα δὲ Πορσίναν, εἰ σύμμαχος ὢν μεταβάλλεται,
18.2 δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.
19.1 πραττομένων δὲ τούτων τοῦ τε Πορσίνα πᾶσαν ἤδη τὴν πολεμικὴν ἀνεικότος παρασκευὴν διὰ πίστιν, αἱ παρθένοι τῶν Ῥωμαίων κατῆλθον ἐπὶ λουτρόν ἔνθα δὴ μηνοειδής τις ὄχθη περιβάλλουσα τὸν ποταμὸν ἡσυχίαν μάλιστα καὶ γαλήνην τοῦ κύματος παρεῖχεν. ὡς δʼ οὔτε τινὰ φυλακὴν ἑώρων οὔτε παριόντας ἄλλως ἢ διαπλέοντας, ὁρμὴν ἔσχον ἀπονή ξασθαι πρὸς ῥεῦμα πολὺ καὶ δίνας βαθείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme