14.2
ἐφθόνουν δὲ πολλοὶ τῶν δυνατῶν, καὶ ἤχθοντο ταῖς μὲν ἄλλαις τιμαῖς ἧττον, ἃς νομοθετῶν καὶ στρατηγῶν ἐκ προσηκόντων ἔσχε· ταύτην δʼ οὖσαν ἀλλοτρίαν οὐκ ᾤοντο δεῖν αὐτῷ προσγενέσθαι, καὶ τὸν Ὡράτιον προετρέποντο καὶ παρώξυνον ἀντιποιεῖσθαι τῆς καθιερώσεως. γενομένης οὖν τῷ Ποπλικόλᾳ στρατείας ἀναγκαίας, ψηφισάμενοι τὸν Ὡράτιον καθιεροῦν ἀνῆγον εἰς τὸ Καπιτώλιον, ὡς οὐκ ἂν ἐκείνου περιγενόμενοι παρόντος.
14.3
ἔνιοι δέ φασι κλήρῳ τῶν ὑπάτων λαχεῖν ἐκεῖνον ἐπὶ τὴν στρατείαν ἄκοντα, τοῦτον δὲ ἐπὶ τὴν καθιέρωσιν. ἔξεστι δὲ περὶ τούτων ὡς ἔσχεν εἰκάζειν τοῖς πραχθεῖσι περὶ τὴν καθιέρωσιν. εἰδοῖς οὖν Σεπτεμβρίαις, ὃ συντυγχάνει περὶ τὴν πανσέληνον μάλιστα τοῦ Μεταγειτνιῶνος, συνηθροισμένων ἁπάντων εἰς τὸ Καπιτώλιον,
14.4
ὁ μὲν Ὡράτιος σιωπῆς γενομένης τά τʼ ἄλλα δράσας καὶ τῶν θυρῶν ἁψάμενος, ὥσπερ ἔθος ἐστίν, ἐπεφθέγγετο τὰς νενομισμένας ἐπὶ τῇ καθιερώσει φωνάς· ὁ δʼ ἀδελφὸς τοῦ Ποπλικόλα Μᾶρκος ἐκ πολλοῦ παρὰ τὰς θύρας ὑφεστὼς καὶ παραφυλάττων τὸν καιρόν, ὦ ὕπατε εἶπεν, ὁ υἱός σου τέθνηκεν ἐν τῷ στρατοπέδῳ νοσήσας.
14.5
τοῦτο πάντας ἠνίασε τοὺς ἀκούσαντας ὁ δʼ Ὡράτιος οὐδὲν διαταραχθείς, ἀλλʼ ἢ τοσοῦτον μόνον εἰπών, ῥίψατε τοίνυν ὅποι βούλεσθε τὸν νεκρόν, ἐγὼ γὰρ οὐ προσίεμαι τὸ πένθος, ἐπέραινε τὴν λοιπὴν καθιέρωσιν. ἦν δὲ τὸ προσηγγελμένον οὐκ ἀληθές, ἀλλʼ ὁ Μᾶρκος ὡς ἀποστήσων τὸν Ὡράτιον ἐψεύσατο. θαυμαστὸς οὖν ὁ ἀνὴρ τῆς εὐσταθείας, εἴτε τὴν ἀπάτην ἐν καιρῷ βραχεῖ συνεῖδεν εἴτε πιστευθεὶς ὁ λόγος οὐκ ἐκίνησεν αὐτόν.