Thesauros Literature biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
13.3 ὡς οὖν ἐδόκει τοῖς μάντεσι θεῖον εἶναι σημεῖον εὐτυχίας καὶ δυνάμεως παρʼ οἷς ἔσοιτο τὸ τέθριππον, ἔγνωσαν οἱ Οὐήιοι μὴ προέσθαι τοῖς Ῥωμαίοις ἀπαιτοῦσι, καὶ ἀπεκρίναντο τοῦτο Ταρκυνίοις, οὐ τοῖς Ταρκυνίους ἐκβαλοῦσι προσήκειν. ὀλίγαις δʼ ὕστερον ἡμέραις ἦσαν ἵππων ἀγῶνες αὐτοῖς. καὶ τὰ μὲν ἄλλα θέαν καὶ σπουδὴν εἰωθυῖαν παρεῖχε, τὸ δὲ νικῆσαν τέθριππον ὁ μὲν ἡνίοχος ἐξήλαυνε τοῦ ἱπποδρόμου σχέδην ἐστεφανωμένος,
13.4 οἱ δὲ ἵπποι πτοηθέντες ἀπʼ οὐδεμιᾶς ἐμφανοῦς προφάσεως, ἀλλὰ κατά τι δαιμόνιον ἢ τύχην ἵεντο παντὶ τάχει πρὸς τὴν Ῥωμαίων πόλιν, ἔχοντες τὸν ἡνίοχον, ὡς οὐδὲν ἦν ἔργον αὐτοῦ κατατείνοντος οὐδὲ παρηγοροῦντος, ἀλλʼ ἥρπαστο, δόντα τῇ ῥύμῃ καὶ φερόμενον, ἄχρι οὗ τῷ Καπιτωλίῳ προσμίξαντες ἐξέβαλον αὐτὸν ἐνταῦθα παρὰ τὴν πύλην ἣν νῦν Ῥατουμέναν καλοῦσι. γενομένου δὲ τούτου θαυμάσαντες οἱ Οὐήιοι καὶ φοβηθέντες ἐπέτρεψαν ἀποδοῦναι τὸ ἅρμα τοῖς τεχνίταις.
14.1 τὸν δὲ νεὼν τοῦ Καπιτωλίου Διὸς εὔξατο μὲν ἀναθήσειν Ταρκύνιος ὁ Δημαράτου πολεμῶν Σαβίνοις, ᾠκοδόμησε δὲ Ταρκύνιος ὁ Σούπερβος υἱὸς ὢν ἢ υἱωνὸς τοῦ εὐξαμένου· καθιερῶσαι δὲ οὐκ ἔφθασεν, ἀλλὰ μικρὸν ἀπελείπετο τοῦ τέλος ἔχειν ὅτε Ταρκύνιος ἐξέπιπτεν. ὡς οὖν ἀπείργαστο τελέως καὶ τὸν προσήκοντα κόσμον ἀπεῖχεν, ἦν τῷ Ποπλικόλᾳ φιλοτιμία πρὸς τὴν καθιέρωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme