Thesauros Literature biography Ποπλικόλας

Ποπλικόλας

Ποπλικόλας Plutarch
8.3 ἰλύν τε γὰρ ἐπήγαγε πολλήν, ἣ προσισταμένη τροφὴν παρεῖχεν ἅμα καὶ κόλλησιν, αἵ τε πληγαὶ σάλον οὐκ ἐποίουν, ἀλλὰ μαλακῶς πιέζουσαι συνήλαυνον εἰς ταὐτὸ πάντα καὶ συνέπλαττον. ὑπὸ δὲ μεγέθους καὶ στάσεως ἕτερον αὐτὸ μέγεθος ἐκτᾶτο καὶ χώραν ἀναδεχομένην τὰ πλεῖστα τῶν ὑπὸ τοῦ ποταμοῦ καταφερομένων. τοῦτο νῦν νῆσός ἐστιν ἱερὰ κατὰ τὴν πόλιν, ἔχει δὲ ναοὺς θεῶν καὶ περιπάτους, καλεῖται δὲ φωνῇ τῇ Λατίνων Μέση δυεῖν γεφυρῶν.
8.4 ἔνιοι δὲ τοῦτο συμπεσεῖν ἱστοροῦσιν οὐχ ὅτε Ταρκυνίου καθιερώθη τὸ πεδίον, ἀλλὰ χρόνοις ὕστερον ἄλλο χωρίον ὁμοροῦν ἐκείνῳ Ταρκυνίας ἀνείσης. ἡ δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν, τὸ δʼ ἐξεῖναι γαμεῖσθαι ψηφισαμένων οὐ προσεδέξατο. καὶ ταῦτα μὲν οὕτω γενέσθαι μυθολογοῦσι.
9.1 Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον. ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν ἌρσιονἌρσιον Amyot, Coraës, Bekker, after Livy’s silva Arsia (ii. 7, 2): Οὖρσον. ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλʼ ὑπʼ ἔχθους καὶ ὀργῆς,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme